The Gospel According to JohnChapter 9
1καὶ παράγων εἶδεν ἄνθρωπον τυφλὸν ἐκ γενετῆς.
2καὶ ἠρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες, ῥαββί, τίς ἥμαρτεν, οὖτος ἢ οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γεννηθῇ;
3ἀπεκρίθη ἰησοῦς, οὔτε οὖτος ἥμαρτεν οὔτε οἱ γονεῖς αὐτοῦ, ἀλλ᾽ ἵνα φανερωθῇ τὰ ἔργα τοῦ θεοῦ ἐν αὐτῶ.
4ἡμᾶς δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός με ἕως ἡμέρα ἐστίν· ἔρχεται νὺξ ὅτε οὐδεὶς δύναται ἐργάζεσθαι.
5ὅταν ἐν τῶ κόσμῳ ὦ, φῶς εἰμι τοῦ κόσμου.
6ταῦτα εἰπὼν ἔπτυσεν χαμαὶ καὶ ἐποίησεν πηλὸν ἐκ τοῦ πτύσματος, καὶ ἐπέχρισεν αὐτοῦ τὸν πηλὸν ἐπὶ τοὺς ὀφθαλμοὺς
7καὶ εἶπεν αὐτῶ, ὕπαγε νίψαι εἰς τὴν κολυμβήθραν τοῦ σιλωάμ ὃ ἑρμηνεύεται ἀπεσταλμένος. ἀπῆλθεν οὗν καὶ ἐνίψατο, καὶ ἦλθεν βλέπων.
8οἱ οὗν γείτονες καὶ οἱ θεωροῦντες αὐτὸν τὸ πρότερον ὅτι προσαίτης ἦν ἔλεγον, οὐχ οὖτός ἐστιν ὁ καθήμενος καὶ προσαιτῶν;
9ἄλλοι ἔλεγον ὅτι οὖτός ἐστιν· ἄλλοι ἔλεγον, οὐχί, ἀλλὰ ὅμοιος αὐτῶ ἐστιν. ἐκεῖνος ἔλεγεν ὅτι ἐγώ εἰμι.
10ἔλεγον οὗν αὐτῶ, πῶς [οὗν] ἠνεῴχθησάν σου οἱ ὀφθαλμοί;
11ἀπεκρίθη ἐκεῖνος, ὁ ἄνθρωπος ὁ λεγόμενος ἰησοῦς πηλὸν ἐποίησεν καὶ ἐπέχρισέν μου τοὺς ὀφθαλμοὺς καὶ εἶπέν μοι ὅτι ὕπαγε εἰς τὸν σιλωὰμ καὶ νίψαι· ἀπελθὼν οὗν καὶ νιψάμενος ἀνέβλεψα.
12καὶ εἶπαν αὐτῶ, ποῦ ἐστιν ἐκεῖνος; λέγει, οὐκ οἶδα.
13ἄγουσιν αὐτὸν πρὸς τοὺς φαρισαίους τόν ποτε τυφλόν.
14ἦν δὲ σάββατον ἐν ᾗ ἡμέρᾳ τὸν πηλὸν ἐποίησεν ὁ ἰησοῦς καὶ ἀνέῳξεν αὐτοῦ τοὺς ὀφθαλμούς.
15πάλιν οὗν ἠρώτων αὐτὸν καὶ οἱ φαρισαῖοι πῶς ἀνέβλεψεν. ὁ δὲ εἶπεν αὐτοῖς, πηλὸν ἐπέθηκέν μου ἐπὶ τοὺς ὀφθαλμούς, καὶ ἐνιψάμην, καὶ βλέπω.
16ἔλεγον οὗν ἐκ τῶν φαρισαίων τινές, οὐκ ἔστιν οὖτος παρὰ θεοῦ ὁ ἄνθρωπος, ὅτι τὸ σάββατον οὐ τηρεῖ. ἄλλοι [δὲ] ἔλεγον, πῶς δύναται ἄνθρωπος ἁμαρτωλὸς τοιαῦτα σημεῖα ποιεῖν; καὶ σχίσμα ἦν ἐν αὐτοῖς.
17λέγουσιν οὗν τῶ τυφλῶ πάλιν, τί σὺ λέγεις περὶ αὐτοῦ, ὅτι ἠνέῳξέν σου τοὺς ὀφθαλμούς; ὁ δὲ εἶπεν ὅτι προφήτης ἐστίν.
18οὐκ ἐπίστευσαν οὗν οἱ ἰουδαῖοι περὶ αὐτοῦ ὅτι ἦν τυφλὸς καὶ ἀνέβλεψεν, ἕως ὅτου ἐφώνησαν τοὺς γονεῖς αὐτοῦ τοῦ ἀναβλέψαντος
19καὶ ἠρώτησαν αὐτοὺς λέγοντες, οὖτός ἐστιν ὁ υἱὸς ὑμῶν, ὃν ὑμεῖς λέγετε ὅτι τυφλὸς ἐγεννήθη; πῶς οὗν βλέπει ἄρτι;
20ἀπεκρίθησαν οὗν οἱ γονεῖς αὐτοῦ καὶ εἶπαν, οἴδαμεν ὅτι οὖτός ἐστιν ὁ υἱὸς ἡμῶν καὶ ὅτι τυφλὸς ἐγεννήθη·
21πῶς δὲ νῦν βλέπει οὐκ οἴδαμεν, ἢ τίς ἤνοιξεν αὐτοῦ τοὺς ὀφθαλμοὺς ἡμεῖς οὐκ οἴδαμεν· αὐτὸν ἐρωτήσατε, ἡλικίαν ἔχει, αὐτὸς περὶ ἑαυτοῦ λαλήσει.
22ταῦτα εἶπαν οἱ γονεῖς αὐτοῦ ὅτι ἐφοβοῦντο τοὺς ἰουδαίους, ἤδη γὰρ συνετέθειντο οἱ ἰουδαῖοι ἵνα ἐάν τις αὐτὸν ὁμολογήσῃ χριστόν, ἀποσυνάγωγος γένηται.
23διὰ τοῦτο οἱ γονεῖς αὐτοῦ εἶπαν ὅτι ἡλικίαν ἔχει, αὐτὸν ἐπερωτήσατε.
24ἐφώνησαν οὗν τὸν ἄνθρωπον ἐκ δευτέρου ὃς ἦν τυφλὸς καὶ εἶπαν αὐτῶ, δὸς δόξαν τῶ θεῶ· ἡμεῖς οἴδαμεν ὅτι οὖτος ὁ ἄνθρωπος ἁμαρτωλός ἐστιν.
25ἀπεκρίθη οὗν ἐκεῖνος, εἰ ἁμαρτωλός ἐστιν οὐκ οἶδα· ἓν οἶδα, ὅτι τυφλὸς ὢν ἄρτι βλέπω.
26εἶπον οὗν αὐτῶ, τί ἐποίησέν σοι; πῶς ἤνοιξέν σου τοὺς ὀφθαλμούς;
27ἀπεκρίθη αὐτοῖς, εἶπον ὑμῖν ἤδη καὶ οὐκ ἠκούσατε· τί πάλιν θέλετε ἀκούειν; μὴ καὶ ὑμεῖς θέλετε αὐτοῦ μαθηταὶ γενέσθαι;
28καὶ ἐλοιδόρησαν αὐτὸν καὶ εἶπον, σὺ μαθητὴς εἶ ἐκείνου, ἡμεῖς δὲ τοῦ μωϊσέως ἐσμὲν μαθηταί·
29ἡμεῖς οἴδαμεν ὅτι μωϊσεῖ λελάληκεν ὁ θεός, τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν.
30ἀπεκρίθη ὁ ἄνθρωπος καὶ εἶπεν αὐτοῖς, ἐν τούτῳ γὰρ τὸ θαυμαστόν ἐστιν ὅτι ὑμεῖς οὐκ οἴδατε πόθεν ἐστίν, καὶ ἤνοιξέν μου τοὺς ὀφθαλμούς.
31οἴδαμεν ὅτι ἁμαρτωλῶν ὁ θεὸς οὐκ ἀκούει, ἀλλ᾽ ἐάν τις θεοσεβὴς ᾖ καὶ τὸ θέλημα αὐτοῦ ποιῇ τούτου ἀκούει.
32ἐκ τοῦ αἰῶνος οὐκ ἠκούσθη ὅτι ἠνέῳξέν τις ὀφθαλμοὺς τυφλοῦ γεγεννημένου·
33εἰ μὴ ἦν οὖτος παρὰ θεοῦ, οὐκ ἠδύνατο ποιεῖν οὐδέν.
34ἀπεκρίθησαν καὶ εἶπαν αὐτῶ, ἐν ἁμαρτίαις σὺ ἐγεννήθης ὅλος, καὶ σὺ διδάσκεις ἡμᾶς; καὶ ἐξέβαλον αὐτὸν ἔξω.
35ἤκουσεν ἰησοῦς ὅτι ἐξέβαλον αὐτὸν ἔξω, καὶ εὑρὼν αὐτὸν εἶπεν, σὺ πιστεύεις εἰς τὸν υἱὸν τοῦ ἀνθρώπου;
36ἀπεκρίθη ἐκεῖνος καὶ εἶπεν, καὶ τίς ἐστιν, κύριε, ἵνα πιστεύσω εἰς αὐτόν;
37εἶπεν αὐτῶ ὁ ἰησοῦς, καὶ ἑώρακας αὐτὸν καὶ ὁ λαλῶν μετὰ σοῦ ἐκεῖνός ἐστιν.
38ὁ δὲ ἔφη, πιστεύω, κύριε· καὶ προσεκύνησεν αὐτῶ.
39καὶ εἶπεν ὁ ἰησοῦς, εἰς κρίμα ἐγὼ εἰς τὸν κόσμον τοῦτον ἦλθον, ἵνα οἱ μὴ βλέποντες βλέπωσιν καὶ οἱ βλέποντες τυφλοὶ γένωνται.
40ἤκουσαν ἐκ τῶν φαρισαίων ταῦτα οἱ μετ᾽ αὐτοῦ ὄντες, καὶ εἶπον αὐτῶ, μὴ καὶ ἡμεῖς τυφλοί ἐσμεν;
41εἶπεν αὐτοῖς ὁ ἰησοῦς, εἰ τυφλοὶ ἦτε, οὐκ ἂν εἴχετε ἁμαρτίαν· νῦν δὲ λέγετε ὅτι βλέπομεν· ἡ ἁμαρτία ὑμῶν μένει.