1 Chronicles — Ch. 4
Version
Font
Layout

1 ChroniclesChapter 4

1καὶ υἱοὶ Ιουδα Φαρες Αρσων καὶ Χαρμι καὶ Ωρ Σουβαλ

2καὶ Ραια υἱὸς αὐτοῦ καὶ Σουβαλ ἐγέννησεν τὸν Ιεθ καὶ Ιεθ ἐγέννησεν τὸν Αχιμι καὶ τὸν Λααδ αὗται αἱ γενέσεις τοῦ Σαραθι

3καὶ οὗτοι υἱοὶ Αιταμ Ιεζραηλ καὶ Ραγμα καὶ Ιαβας καὶ ὄνομα ἀδελφῆς αὐτῶν Εσηλεββων

4καὶ Φανουηλ πατὴρ Γεδωρ καὶ Αζηρ πατὴρ Ωσαν οὗτοι υἱοὶ Ωρ τοῦ πρωτοτόκου Εφραθα πατρὸς Βαιθλαεμ

5καὶ τῷ Σαουρ πατρὶ Θεκωε ἦσαν δύο γυναῖκες Αωδα καὶ Θοαδα

6καὶ ἔτεκεν αὐτῷ Αωδα τὸν Ωχαζαμ καὶ τὸν Ηφαδ καὶ τὸν Θαιμαν καὶ τὸν Ασθηραν πάντες οὗτοι υἱοὶ Αωδας

7καὶ υἱοὶ Θοαδα Σαρεθ καὶ Σααρ καὶ Εθναν

8καὶ Κως ἐγέννησεν τὸν Ενωβ καὶ τὸν Σαβηβα καὶ γεννήσεις ἀδελφοῦ Ρηχαβ υἱοῦ Ιαριμ

9καὶ ἦν Ιγαβης ἔνδοξος ὑπὲρ τοὺς ἀδελφοὺς αὐτοῦ καὶ ἡ μήτηρ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ιγαβης λέγουσα ἔτεκον ὡς γαβης

10καὶ ἐπεκαλέσατο Ιγαβης τὸν θεὸν Ισραηλ λέγων ἐὰν εὐλογῶν εὐλογήσῃς με καὶ πληθύνῃς τὰ ὅριά μου καὶ ᾖ ἡ χείρ σου μετ᾽ ἐμοῦ καὶ ποιήσεις γνῶσιν τοῦ μὴ ταπεινῶσαί με καὶ ἐπήγαγεν ὁ θεὸς πάντα ὅσα ᾐτήσατο

11καὶ Χαλεβ πατὴρ Ασχα ἐγέννησεν τὸν Μαχιρ οὗτος πατὴρ Ασσαθων

12καὶ Ασσαθων ἐγέννησεν τὸν Βαθρεφαν καὶ τὸν Φεσσηε καὶ τὸν Θανα πατέρα πόλεως Ναας ἀδελφοῦ Εσελων τοῦ Κενεζι οὗτοι ἄνδρες Ρηφα

13καὶ υἱοὶ Κενεζ Γοθονιηλ καὶ Σαραια καὶ υἱοὶ Γοθονιηλ Αθαθ

14καὶ Μαναθι ἐγέννησεν τὸν Γοφερα καὶ Σαραια ἐγέννησεν τὸν Ιωαβ πατέρα Αγεαδδαϊρ ὅτι τέκτονες ἦσαν

15καὶ υἱοὶ Χαλεβ υἱοῦ Ιεφοννη Ηρα Αλα καὶ Νοομ καὶ υἱοὶ Αλα Κενεζ

16καὶ υἱὸς αὐτοῦ Γεσεηλ Αμηαχι καὶ Ζαφα καὶ Ζαιρα καὶ Εσεραηλ

17καὶ υἱοὶ Εσρι Ιεθερ Μωραδ καὶ Αφερ καὶ Ιαλων καὶ ἐγέννησεν Ιεθερ τὸν Μαρων καὶ τὸν Σεμαι καὶ τὸν Μαρεθ πατέρα Εσθεμων

18καὶ ἡ γυνὴ αὐτοῦ αὕτη Αδια ἔτεκεν τὸν Ιαρεδ πατέρα Γεδωρ καὶ τὸν Αβερ πατέρα Σωχων καὶ τὸν Ιεκθιηλ πατέρα Ζανω καὶ οὗτοι υἱοὶ Γελια θυγατρὸς Φαραω ἣν ἔλαβεν Μωρηδ

19καὶ υἱοὶ γυναικὸς τῆς Ιδουιας ἀδελφῆς Ναχεμ καὶ Δαλια πατὴρ Κεϊλα καὶ Σεμειων πατὴρ Ιωμαν καὶ υἱοὶ Ναημ πατρὸς Κεϊλα Αγαρμι καὶ Εσθεμωη Μαχαθι

20καὶ υἱοὶ Σεμιων Αμνων καὶ Ρανα υἱὸς Αναν καὶ Θιλων καὶ υἱοὶ Ισεϊ Ζωαθ καὶ υἱοὶ Ζωαθ

21υἱοὶ Σηλωμ υἱοῦ Ιουδα Ηρ πατὴρ Ληχα καὶ Λααδα πατὴρ Μαρησα καὶ γενέσεις οἰκιῶν εφραθ αβακ τῷ οἴκῳ Εσοβα

22καὶ Ιωακιμ καὶ ἄνδρες Χωζηβα καὶ Ιωας καὶ Σαραφ οἳ κατῴκησαν ἐν Μωαβ καὶ ἀπέστρεψεν αὐτοὺς αβεδηριν αθουκιιν

23οὗτοι κεραμεῖς οἱ κατοικοῦντες ἐν Ναταϊμ καὶ Γαδηρα μετὰ τοῦ βασιλέως ἐν τῇ βασιλείᾳ αὐτοῦ ἐνίσχυσαν καὶ κατῴκησαν ἐκεῖ

24υἱοὶ Συμεων Ναμουηλ καὶ Ιαμιν Ιαριβ Ζαρε Σαουλ

25Σαλεμ υἱὸς αὐτοῦ Μαβασαμ υἱὸς αὐτοῦ Μασμα υἱὸς αὐτοῦ

26Αμουηλ υἱὸς αὐτοῦ Σαβουδ υἱὸς αὐτοῦ Ζακχουρ υἱὸς αὐτοῦ Σεμεϊ υἱὸς αὐτοῦ

27καὶ τῷ Σεμεϊ υἱοὶ ἑκκαίδεκα καὶ θυγατέρες τρεῖς καὶ τοῖς ἀδελφοῖς αὐτῶν οὐκ ἦσαν υἱοὶ πολλοί καὶ πᾶσαι αἱ πατριαὶ αὐτῶν οὐκ ἐπλεόνασαν ὡς υἱοὶ Ιουδα

28καὶ κατῴκησαν ἐν Βηρσαβεε καὶ Σαμα καὶ Μωλαδα καὶ Εσηρσουαλ

29καὶ ἐν Βαλαα καὶ Βοασομ καὶ Θουλαδ

30καὶ Βαθουηλ καὶ Ερμα καὶ Σεκλαγ

31καὶ Βαιθμαρχαβωθ καὶ ἥμισυ Σωσιμ καὶ οἶκον Βαρουμσεωριμ αὗται πόλεις αὐτῶν ἕως βασιλέως Δαυιδ

32καὶ ἐπαύλεις αὐτῶν Αιταμ καὶ Ηνρεμμων καὶ Θοκκαν καὶ Αισαν πόλεις πέντε

33καὶ πᾶσαι αἱ ἐπαύλεις αὐτῶν κύκλῳ τῶν πόλεων τούτων ἕως Βααλ αὕτη ἡ κατάσχεσις αὐτῶν καὶ ὁ καταλοχισμὸς αὐτῶν

34καὶ Μοσωβαβ καὶ Ιεμολοχ καὶ Ιωσια υἱὸς Αμασια

35καὶ Ιωηλ καὶ οὗτος υἱὸς Ισαβια υἱὸς Σαραια υἱὸς Ασιηλ

36καὶ Ελιωηναι καὶ Ιακαβα καὶ Ιασουια καὶ Ασαια καὶ Εδιηλ καὶ Ισμαηλ καὶ Βαναια

37καὶ Ζουζα υἱὸς Σεφεϊ υἱοῦ Αλλων υἱοῦ Ιεδια υἱοῦ Σαμαρι υἱοῦ Σαμαιου

38οὗτοι οἱ διελθόντες ἐν ὀνόμασιν ἀρχόντων ἐν ταῖς γενέσεσιν αὐτῶν καὶ ἐν οἴκοις πατριῶν αὐτῶν ἐπληθύνθησαν εἰς πλῆθος

39καὶ ἐπορεύθησαν ἕως τοῦ ἐλθεῖν Γεραρα ἕως τῶν ἀνατολῶν τῆς Γαι τοῦ ζητῆσαι νομὰς τοῖς κτήνεσιν αὐτῶν

40καὶ εὗρον νομὰς πίονας καὶ ἀγαθάς καὶ ἡ γῆ πλατεῖα ἐναντίον αὐτῶν καὶ εἰρήνη καὶ ἡσυχία ὅτι ἐκ τῶν υἱῶν Χαμ τῶν κατοικούντων ἐκεῖ ἔμπροσθεν

41καὶ ἤλθοσαν οὗτοι οἱ γεγραμμένοι ἐπ᾽ ὀνόματος ἐν ἡμέραις Εζεκιου βασιλέως Ιουδα καὶ ἐπάταξαν τοὺς οἴκους αὐτῶν καὶ τοὺς Μιναίους οὓς εὕροσαν ἐκεῖ καὶ ἀνεθεμάτισαν αὐτοὺς ἕως τῆς ἡμέρας ταύτης καὶ ᾤκησαν ἀντ᾽ αὐτῶν ὅτι νομαὶ τοῖς κτήνεσιν αὐτῶν ἐκεῖ

42καὶ ἐξ αὐτῶν ἀπὸ τῶν υἱῶν Συμεων ἐπορεύθησαν εἰς ὄρος Σηιρ ἄνδρες πεντακόσιοι καὶ Φαλεττια καὶ Νωαδια καὶ Ραφαια καὶ Οζιηλ υἱοὶ Ιεσι ἄρχοντες αὐτῶν

43καὶ ἐπάταξαν τοὺς καταλοίπους τοὺς καταλειφθέντας τοῦ Αμαληκ καὶ κατῴκησαν ἐκεῖ ἕως τῆς ἡμέρας ταύτης