Sirach — Ch. 1
Version
Font
Layout

SirachChapter 1

1πολλῶν καὶ μεγάλων ἡμῖν διὰ τοῦ νόμου καὶ τῶν προφητῶν

2καὶ τῶν ἄλλων τῶν κατ᾽ αὐτοὺς ἠκολουθηκότων δεδομένων

3ὑπὲρ ὧν δέον ἐστὶν ἐπαινεῖν τὸν Ισραηλ παιδείας καὶ σοφίας

4καὶ ὡς οὐ μόνον αὐτοὺς τοὺς ἀναγινώσκοντας δέον ἐστὶν ἐπιστήμονας γίνεσθαι

5ἀλλὰ καὶ τοῖς ἐκτὸς δύνασθαι τοὺς φιλομαθοῦντας χρησίμους εἶναι

6καὶ λέγοντας καὶ γράφοντας

7ὁ πάππος μου Ἰησοῦς ἐπὶ πλεῖον ἑαυτὸν δοὺς

8εἴς τε τὴν τοῦ νόμου

9καὶ τῶν προφητῶν

10καὶ τῶν ἄλλων πατρίων βιβλίων ἀνάγνωσιν

11καὶ ἐν τούτοις ἱκανὴν ἕξιν περιποιησάμενος

12προήχθη καὶ αὐτὸς συγγράψαι τι τῶν εἰς παιδείαν καὶ σοφίαν ἀνηκόντων

13ὅπως οἱ φιλομαθεῖς καὶ τούτων ἔνοχοι γενόμενοι

14πολλῷ μᾶλλον ἐπιπροσθῶσιν διὰ τῆς ἐννόμου βιώσεως

15παρακέκλησθε οὖν

16μετ᾽ εὐνοίας καὶ προσοχῆς

17τὴν ἀνάγνωσιν ποιεῖσθαι

18καὶ συγγνώμην ἔχειν

19ἐφ᾽ οἷς ἂν δοκῶμεν

20τῶν κατὰ τὴν ἑρμηνείαν πεφιλοπονημένων τισὶν τῶν λέξεων ἀδυναμεῖν

21οὐ γὰρ ἰσοδυναμεῖ

22αὐτὰ ἐν ἑαυτοῖς Εβραϊστὶ λεγόμενα καὶ ὅταν μεταχθῇ εἰς ἑτέραν γλῶσσαν

23οὐ μόνον δὲ ταῦτα

24ἀλλὰ καὶ αὐτὸς ὁ νόμος καὶ αἱ προφητεῖαι

25καὶ τὰ λοιπὰ τῶν βιβλίων

26οὐ μικρὰν ἔχει τὴν διαφορὰν ἐν ἑαυτοῖς λεγόμενα

27ἐν γὰρ τῷ ὀγδόῳ καὶ τριακοστῷ ἔτει ἐπὶ τοῦ Εὐεργέτου βασιλέως

28παραγενηθεὶς εἰς Αἴγυπτον καὶ συγχρονίσας

29εὑρὼν οὐ μικρᾶς παιδείας ἀφόμοιον

30ἀναγκαιότατον ἐθέμην καὶ αὐτός τινα προσενέγκασθαι σπουδὴν καὶ φιλοπονίαν τοῦ μεθερμηνεῦσαι τήνδε τὴν βίβλον

31πολλὴν ἀγρυπνίαν καὶ ἐπιστήμην προσενεγκάμενος

32ἐν τῷ διαστήματι τοῦ χρόνου

33πρὸς τὸ ἐπὶ πέρας ἀγαγόντα τὸ βιβλίον ἐκδόσθαι

34καὶ τοῖς ἐν τῇ παροικίᾳ βουλομένοις φιλομαθεῖν

35προκατασκευαζομένους τὰ ἤθη

36ἐννόμως βιοτεύειν