Sirach — Ch. 2
Version
Font
Layout

SirachChapter 2

1πᾶσα σοφία παρὰ κυρίου καὶ μετ᾽ αὐτοῦ ἐστιν εἰς τὸν αἰῶνα

2ἄμμον θαλασσῶν καὶ σταγόνας ὑετοῦ καὶ ἡμέρας αἰῶνος τίς ἐξαριθμήσει

3ὕψος οὐρανοῦ καὶ πλάτος γῆς καὶ ἄβυσσον καὶ σοφίαν τίς ἐξιχνιάσει

4προτέρα πάντων ἔκτισται σοφία καὶ σύνεσις φρονήσεως ἐξ αἰῶνος

6ῥίζα σοφίας τίνι ἀπεκαλύφθη καὶ τὰ πανουργεύματα αὐτῆς τίς ἔγνω

8εἷς ἐστιν σοφός φοβερὸς σφόδρα καθήμενος ἐπὶ τοῦ θρόνου αὐτοῦ

9κύριος αὐτὸς ἔκτισεν αὐτὴν καὶ εἶδεν καὶ ἐξηρίθμησεν αὐτὴν καὶ ἐξέχεεν αὐτὴν ἐπὶ πάντα τὰ ἔργα αὐτοῦ

10μετὰ πάσης σαρκὸς κατὰ τὴν δόσιν αὐτοῦ καὶ ἐχορήγησεν αὐτὴν τοῖς ἀγαπῶσιν αὐτόν

11φόβος κυρίου δόξα καὶ καύχημα καὶ εὐφροσύνη καὶ στέφανος ἀγαλλιάματος

12φόβος κυρίου τέρψει καρδίαν καὶ δώσει εὐφροσύνην καὶ χαρὰν καὶ μακροημέρευσιν

13τῷ φοβουμένῳ τὸν κύριον εὖ ἔσται ἐπ᾽ ἐσχάτων καὶ ἐν ἡμέρᾳ τελευτῆς αὐτοῦ εὐλογηθήσεται

14ἀρχὴ σοφίας φοβεῖσθαι τὸν κύριον καὶ μετὰ πιστῶν ἐν μήτρᾳ συνεκτίσθη αὐτοῖς

15μετὰ ἀνθρώπων θεμέλιον αἰῶνος ἐνόσσευσεν καὶ μετὰ τοῦ σπέρματος αὐτῶν ἐμπιστευθήσεται

16πλησμονὴ σοφίας φοβεῖσθαι τὸν κύριον καὶ μεθύσκει αὐτοὺς ἀπὸ τῶν καρπῶν αὐτῆς

17πάντα τὸν οἶκον αὐτῶν ἐμπλήσει ἐπιθυμημάτων καὶ τὰ ἀποδοχεῖα ἀπὸ τῶν γενημάτων αὐτῆς

18στέφανος σοφίας φόβος κυρίου ἀναθάλλων εἰρήνην καὶ ὑγίειαν ἰάσεως

19καὶ εἶδεν καὶ ἐξηρίθμησεν αὐτήν ἐπιστήμην καὶ γνῶσιν συνέσεως ἐξώμβρησεν καὶ δόξαν κρατούντων αὐτῆς ἀνύψωσεν

20ῥίζα σοφίας φοβεῖσθαι τὸν κύριον καὶ οἱ κλάδοι αὐτῆς μακροημέρευσις

22οὐ δυνήσεται θυμὸς ἄδικος δικαιωθῆναι ἡ γὰρ ῥοπὴ τοῦ θυμοῦ αὐτοῦ πτῶσις αὐτῷ

23ἕως καιροῦ ἀνθέξεται μακρόθυμος καὶ ὕστερον αὐτῷ ἀναδώσει εὐφροσύνη

24ἕως καιροῦ κρύψει τοὺς λόγους αὐτοῦ καὶ χείλη πολλῶν ἐκδιηγήσεται σύνεσιν αὐτοῦ

25ἐν θησαυροῖς σοφίας παραβολαὶ ἐπιστήμης βδέλυγμα δὲ ἁμαρτωλῷ θεοσέβεια

26ἐπιθυμήσας σοφίαν διατήρησον ἐντολάς καὶ κύριος χορηγήσει σοι αὐτήν

27σοφία γὰρ καὶ παιδεία φόβος κυρίου καὶ ἡ εὐδοκία αὐτοῦ πίστις καὶ πραότης

28μὴ ἀπειθήσῃς φόβῳ κυρίου καὶ μὴ προσέλθῃς αὐτῷ ἐν καρδίᾳ δισσῇ

29μὴ ὑποκριθῇς ἐν στόμασιν ἀνθρώπων καὶ ἐν τοῖς χείλεσίν σου πρόσεχε

30μὴ ἐξύψου σεαυτόν ἵνα μὴ πέσῃς καὶ ἐπαγάγῃς τῇ ψυχῇ σου ἀτιμίαν καὶ ἀποκαλύψει κύριος τὰ κρυπτά σου καὶ ἐν μέσῳ συναγωγῆς καταβαλεῖ σε ὅτι οὐ προσῆλθες φόβῳ κυρίου καὶ ἡ καρδία σου πλήρης δόλου