Psalms — Ch. 62
Version
Font
Layout

PsalmsChapter 62

1ψαλμὸς τῷ Δαυιδ ἐν τῷ εἶναι αὐτὸν ἐν τῇ ἐρήμῳ τῆς Ιουδαίας

2ὁ θεὸς ὁ θεός μου πρὸς σὲ ὀρθρίζω ἐδίψησέν σοι ἡ ψυχή μου ποσαπλῶς σοι ἡ σάρξ μου ἐν γῇ ἐρήμῳ καὶ ἀβάτῳ καὶ ἀνύδρῳ

3οὕτως ἐν τῷ ἁγίῳ ὤφθην σοι τοῦ ἰδεῖν τὴν δύναμίν σου καὶ τὴν δόξαν σου

4ὅτι κρεῖσσον τὸ ἔλεός σου ὑπὲρ ζωάς τὰ χείλη μου ἐπαινέσουσίν σε

5οὕτως εὐλογήσω σε ἐν τῇ ζωῇ μου ἐν τῷ ὀνόματί σου ἀρῶ τὰς χεῖράς μου

6ὡσεὶ στέατος καὶ πιότητος ἐμπλησθείη ἡ ψυχή μου καὶ χείλη ἀγαλλιάσεως αἰνέσει τὸ στόμα μου

7εἰ ἐμνημόνευόν σου ἐπὶ τῆς στρωμνῆς μου ἐν τοῖς ὄρθροις ἐμελέτων εἰς σέ

8ὅτι ἐγενήθης βοηθός μου καὶ ἐν τῇ σκέπῃ τῶν πτερύγων σου ἀγαλλιάσομαι

9ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου ἐμοῦ ἀντελάβετο ἡ δεξιά σου

10αὐτοὶ δὲ εἰς μάτην ἐζήτησαν τὴν ψυχήν μου εἰσελεύσονται εἰς τὰ κατώτατα τῆς γῆς

11παραδοθήσονται εἰς χεῖρας ῥομφαίας μερίδες ἀλωπέκων ἔσονται

12ὁ δὲ βασιλεὺς εὐφρανθήσεται ἐπὶ τῷ θεῷ ἐπαινεσθήσεται πᾶς ὁ ὀμνύων ἐν αὐτῷ ὅτι ἐνεφράγη στόμα λαλούντων ἄδικα