Psalms — Ch. 67
Version
Font
Layout

PsalmsChapter 67

1εἰς τὸ τέλος τῷ Δαυιδ ψαλμὸς ᾠδῆς

2ἀναστήτω ὁ θεός καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ καὶ φυγέτωσαν οἱ μισοῦντες αὐτὸν ἀπὸ προσώπου αὐτοῦ

3ὡς ἐκλείπει καπνός ἐκλιπέτωσαν ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός οὕτως ἀπόλοιντο οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ θεοῦ

4καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν ἀγαλλιάσθωσαν ἐνώπιον τοῦ θεοῦ τερφθήτωσαν ἐν εὐφροσύνῃ

5ᾄσατε τῷ θεῷ ψάλατε τῷ ὀνόματι αὐτοῦ ὁδοποιήσατε τῷ ἐπιβεβηκότι ἐπὶ δυσμῶν κύριος ὄνομα αὐτῷ καὶ ἀγαλλιᾶσθε ἐνώπιον αὐτοῦ ταραχθήσονται ἀπὸ προσώπου αὐτοῦ

6τοῦ πατρὸς τῶν ὀρφανῶν καὶ κριτοῦ τῶν χηρῶν ὁ θεὸς ἐν τόπῳ ἁγίῳ αὐτοῦ

7ὁ θεὸς κατοικίζει μονοτρόπους ἐν οἴκῳ ἐξάγων πεπεδημένους ἐν ἀνδρείᾳ ὁμοίως τοὺς παραπικραίνοντας τοὺς κατοικοῦντας ἐν τάφοις

8ὁ θεός ἐν τῷ ἐκπορεύεσθαί σε ἐνώπιον τοῦ λαοῦ σου ἐν τῷ διαβαίνειν σε ἐν τῇ ἐρήμῳ διάψαλμα

9γῆ ἐσείσθη καὶ γὰρ οἱ οὐρανοὶ ἔσταξαν ἀπὸ προσώπου τοῦ θεοῦ τοῦτο Σινα ἀπὸ προσώπου τοῦ θεοῦ Ισραηλ

10βροχὴν ἑκούσιον ἀφοριεῖς ὁ θεός τῇ κληρονομίᾳ σου καὶ ἠσθένησεν σὺ δὲ κατηρτίσω αὐτήν

11τὰ ζῷά σου κατοικοῦσιν ἐν αὐτῇ ἡτοίμασας ἐν τῇ χρηστότητί σου τῷ πτωχῷ ὁ θεός

12κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ

13ὁ βασιλεὺς τῶν δυνάμεων τοῦ ἀγαπητοῦ καὶ ὡραιότητι τοῦ οἴκου διελέσθαι σκῦλα

14ἐὰν κοιμηθῆτε ἀνὰ μέσον τῶν κλήρων πτέρυγες περιστερᾶς περιηργυρωμέναι καὶ τὰ μετάφρενα αὐτῆς ἐν χλωρότητι χρυσίου διάψαλμα

15ἐν τῷ διαστέλλειν τὸν ἐπουράνιον βασιλεῖς ἐπ᾽ αὐτῆς χιονωθήσονται ἐν Σελμων

16ὄρος τοῦ θεοῦ ὄρος πῖον ὄρος τετυρωμένον ὄρος πῖον

17ἵνα τί ὑπολαμβάνετε ὄρη τετυρωμένα τὸ ὄρος ὃ εὐδόκησεν ὁ θεὸς κατοικεῖν ἐν αὐτῷ καὶ γὰρ ὁ κύριος κατασκηνώσει εἰς τέλος

18τὸ ἅρμα τοῦ θεοῦ μυριοπλάσιον χιλιάδες εὐθηνούντων ὁ κύριος ἐν αὐτοῖς ἐν Σινα ἐν τῷ ἁγίῳ

19ἀνέβης εἰς ὕψος ᾐχμαλώτευσας αἰχμαλωσίαν ἔλαβες δόματα ἐν ἀνθρώπῳ καὶ γὰρ ἀπειθοῦντες τοῦ κατασκηνῶσαι κύριος ὁ θεὸς εὐλογητός

20εὐλογητὸς κύριος ἡμέραν καθ᾽ ἡμέραν κατευοδώσει ἡμῖν ὁ θεὸς τῶν σωτηρίων ἡμῶν διάψαλμα

21ὁ θεὸς ἡμῶν θεὸς τοῦ σῴζειν καὶ τοῦ κυρίου κυρίου αἱ διέξοδοι τοῦ θανάτου

22πλὴν ὁ θεὸς συνθλάσει κεφαλὰς ἐχθρῶν αὐτοῦ κορυφὴν τριχὸς διαπορευομένων ἐν πλημμελείαις αὐτῶν

23εἶπεν κύριος ἐκ Βασαν ἐπιστρέψω ἐπιστρέψω ἐν βυθοῖς θαλάσσης

24ὅπως ἂν βαφῇ ὁ πούς σου ἐν αἵματι ἡ γλῶσσα τῶν κυνῶν σου ἐξ ἐχθρῶν παρ᾽ αὐτοῦ

25ἐθεωρήθησαν αἱ πορεῖαί σου ὁ θεός αἱ πορεῖαι τοῦ θεοῦ μου τοῦ βασιλέως τοῦ ἐν τῷ ἁγίῳ

26προέφθασαν ἄρχοντες ἐχόμενοι ψαλλόντων ἐν μέσῳ νεανίδων τυμπανιστριῶν

27ἐν ἐκκλησίαις εὐλογεῖτε τὸν θεόν τὸν κύριον ἐκ πηγῶν Ισραηλ

28ἐκεῖ Βενιαμιν νεώτερος ἐν ἐκστάσει ἄρχοντες Ιουδα ἡγεμόνες αὐτῶν ἄρχοντες Ζαβουλων ἄρχοντες Νεφθαλι

29ἔντειλαι ὁ θεός τῇ δυνάμει σου δυνάμωσον ὁ θεός τοῦτο ὃ κατειργάσω ἡμῖν

30ἀπὸ τοῦ ναοῦ σου ἐπὶ Ιερουσαλημ σοὶ οἴσουσιν βασιλεῖς δῶρα

31ἐπιτίμησον τοῖς θηρίοις τοῦ καλάμου ἡ συναγωγὴ τῶν ταύρων ἐν ταῖς δαμάλεσιν τῶν λαῶν τοῦ μὴ ἀποκλεισθῆναι τοὺς δεδοκιμασμένους τῷ ἀργυρίῳ διασκόρπισον ἔθνη τὰ τοὺς πολέμους θέλοντα

32ἥξουσιν πρέσβεις ἐξ Αἰγύπτου Αἰθιοπία προφθάσει χεῖρα αὐτῆς τῷ θεῷ

33αἱ βασιλεῖαι τῆς γῆς ᾄσατε τῷ θεῷ ψάλατε τῷ κυρίῳ διάψαλμα

34ψάλατε τῷ θεῷ τῷ ἐπιβεβηκότι ἐπὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ κατὰ ἀνατολάς ἰδοὺ δώσει ἐν τῇ φωνῇ αὐτοῦ φωνὴν δυνάμεως

35δότε δόξαν τῷ θεῷ ἐπὶ τὸν Ισραηλ ἡ μεγαλοπρέπεια αὐτοῦ καὶ ἡ δύναμις αὐτοῦ ἐν ταῖς νεφέλαις

36θαυμαστὸς ὁ θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ ὁ θεὸς Ισραηλ αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὐτοῦ εὐλογητὸς ὁ θεός