Psalms — Ch. 82
Version
Font
Layout

PsalmsChapter 82

1ᾠδὴ ψαλμοῦ τῷ Ασαφ

2ὁ θεός τίς ὁμοιωθήσεταί σοι μὴ σιγήσῃς μηδὲ καταπραΰνῃς ὁ θεός

3ὅτι ἰδοὺ οἱ ἐχθροί σου ἤχησαν καὶ οἱ μισοῦντές σε ἦραν κεφαλήν

4ἐπὶ τὸν λαόν σου κατεπανουργεύσαντο γνώμην καὶ ἐβουλεύσαντο κατὰ τῶν ἁγίων σου

5εἶπαν δεῦτε καὶ ἐξολεθρεύσωμεν αὐτοὺς ἐξ ἔθνους καὶ οὐ μὴ μνησθῇ τὸ ὄνομα Ισραηλ ἔτι

6ὅτι ἐβουλεύσαντο ἐν ὁμονοίᾳ ἐπὶ τὸ αὐτό κατὰ σοῦ διαθήκην διέθεντο

7τὰ σκηνώματα τῶν Ιδουμαίων καὶ οἱ Ισμαηλῖται Μωαβ καὶ οἱ Αγαρηνοί

8Γεβαλ καὶ Αμμων καὶ Αμαληκ καὶ ἀλλόφυλοι μετὰ τῶν κατοικούντων Τύρον

9καὶ γὰρ καὶ Ασσουρ συμπαρεγένετο μετ᾽ αὐτῶν ἐγενήθησαν εἰς ἀντίλημψιν τοῖς υἱοῖς Λωτ διάψαλμα

10ποίησον αὐτοῖς ὡς τῇ Μαδιαμ καὶ τῷ Σισαρα ὡς ὁ Ιαβιν ἐν τῷ χειμάρρῳ Κισων

11ἐξωλεθρεύθησαν ἐν Αενδωρ ἐγενήθησαν ὡσεὶ κόπρος τῇ γῇ

12θοῦ τοὺς ἄρχοντας αὐτῶν ὡς τὸν Ωρηβ καὶ Ζηβ καὶ Ζεβεε καὶ Σαλμανα πάντας τοὺς ἄρχοντας αὐτῶν

13οἵτινες εἶπαν κληρονομήσωμεν ἑαυτοῖς τὸ ἁγιαστήριον τοῦ θεοῦ

14ὁ θεός μου θοῦ αὐτοὺς ὡς τροχόν ὡς καλάμην κατὰ πρόσωπον ἀνέμου

15ὡσεὶ πῦρ ὃ διαφλέξει δρυμόν ὡς εἰ φλὸξ κατακαύσαι ὄρη

16οὕτως καταδιώξεις αὐτοὺς ἐν τῇ καταιγίδι σου καὶ ἐν τῇ ὀργῇ σου ταράξεις αὐτούς

17πλήρωσον τὰ πρόσωπα αὐτῶν ἀτιμίας καὶ ζητήσουσιν τὸ ὄνομά σου κύριε

18αἰσχυνθήτωσαν καὶ ταραχθήτωσαν εἰς τὸν αἰῶνα τοῦ αἰῶνος καὶ ἐντραπήτωσαν καὶ ἀπολέσθωσαν

19καὶ γνώτωσαν ὅτι ὄνομά σοι κύριος σὺ μόνος ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν