Psalms — Ch. 89
Version
Font
Layout

PsalmsChapter 89

1προσευχὴ τοῦ Μωυσῆ ἀνθρώπου τοῦ θεοῦ κύριε καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ

2πρὸ τοῦ ὄρη γενηθῆναι καὶ πλασθῆναι τὴν γῆν καὶ τὴν οἰκουμένην καὶ ἀπὸ τοῦ αἰῶνος ἕως τοῦ αἰῶνος σὺ εἶ

3μὴ ἀποστρέψῃς ἄνθρωπον εἰς ταπείνωσιν καὶ εἶπας ἐπιστρέψατε υἱοὶ ἀνθρώπων

4ὅτι χίλια ἔτη ἐν ὀφθαλμοῖς σου ὡς ἡ ἡμέρα ἡ ἐχθές ἥτις διῆλθεν καὶ φυλακὴ ἐν νυκτί

5τὰ ἐξουδενώματα αὐτῶν ἔτη ἔσονται τὸ πρωὶ ὡσεὶ χλόη παρέλθοι

6τὸ πρωὶ ἀνθήσαι καὶ παρέλθοι τὸ ἑσπέρας ἀποπέσοι σκληρυνθείη καὶ ξηρανθείη

7ὅτι ἐξελίπομεν ἐν τῇ ὀργῇ σου καὶ ἐν τῷ θυμῷ σου ἐταράχθημεν

8ἔθου τὰς ἀνομίας ἡμῶν ἐνώπιόν σου ὁ αἰὼν ἡμῶν εἰς φωτισμὸν τοῦ προσώπου σου

9ὅτι πᾶσαι αἱ ἡμέραι ἡμῶν ἐξέλιπον καὶ ἐν τῇ ὀργῇ σου ἐξελίπομεν τὰ ἔτη ἡμῶν ὡς ἀράχνην ἐμελέτων

10αἱ ἡμέραι τῶν ἐτῶν ἡμῶν ἐν αὐτοῖς ἑβδομήκοντα ἔτη ἐὰν δὲ ἐν δυναστείαις ὀγδοήκοντα ἔτη καὶ τὸ πλεῖον αὐτῶν κόπος καὶ πόνος ὅτι ἐπῆλθεν πραΰτης ἐφ᾽ ἡμᾶς καὶ παιδευθησόμεθα

11τίς γινώσκει τὸ κράτος τῆς ὀργῆς σου καὶ ἀπὸ τοῦ φόβου σου τὸν θυμόν σου

12ἐξαριθμήσασθαι τὴν δεξιάν σου οὕτως γνώρισον καὶ τοὺς πεπεδημένους τῇ καρδίᾳ ἐν σοφίᾳ

13ἐπίστρεψον κύριε ἕως πότε καὶ παρακλήθητι ἐπὶ τοῖς δούλοις σου

14ἐνεπλήσθημεν τὸ πρωὶ τοῦ ἐλέους σου καὶ ἠγαλλιασάμεθα καὶ εὐφράνθημεν ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν

15εὐφράνθημεν ἀνθ᾽ ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς ἐτῶν ὧν εἴδομεν κακά

16καὶ ἰδὲ ἐπὶ τοὺς δούλους σου καὶ τὰ ἔργα σου καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν

17καὶ ἔστω ἡ λαμπρότης κυρίου τοῦ θεοῦ ἡμῶν ἐφ᾽ ἡμᾶς καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφ᾽ ἡμᾶς