Psalms — Ch. 91
Version
Font
Layout

PsalmsChapter 91

1ψαλμὸς ᾠδῆς εἰς τὴν ἡμέραν τοῦ σαββάτου

2ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ κυρίῳ καὶ ψάλλειν τῷ ὀνόματί σου ὕψιστε

3τοῦ ἀναγγέλλειν τὸ πρωὶ τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα

4ἐν δεκαχόρδῳ ψαλτηρίῳ μετ᾽ ᾠδῆς ἐν κιθάρᾳ

5ὅτι εὔφρανάς με κύριε ἐν τῷ ποιήματί σου καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν σου ἀγαλλιάσομαι

6ὡς ἐμεγαλύνθη τὰ ἔργα σου κύριε σφόδρα ἐβαθύνθησαν οἱ διαλογισμοί σου

7ἀνὴρ ἄφρων οὐ γνώσεται καὶ ἀσύνετος οὐ συνήσει ταῦτα

8ἐν τῷ ἀνατεῖλαι τοὺς ἁμαρτωλοὺς ὡς χόρτον καὶ διέκυψαν πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν ὅπως ἂν ἐξολεθρευθῶσιν εἰς τὸν αἰῶνα τοῦ αἰῶνος

9σὺ δὲ ὕψιστος εἰς τὸν αἰῶνα κύριε

10ὅτι ἰδοὺ οἱ ἐχθροί σου ἀπολοῦνται καὶ διασκορπισθήσονται πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν

11καὶ ὑψωθήσεται ὡς μονοκέρωτος τὸ κέρας μου καὶ τὸ γῆράς μου ἐν ἐλαίῳ πίονι

12καὶ ἐπεῖδεν ὁ ὀφθαλμός μου ἐν τοῖς ἐχθροῖς μου καὶ ἐν τοῖς ἐπανιστανομένοις ἐπ᾽ ἐμὲ πονηρευομένοις ἀκούσεται τὸ οὖς μου

13δίκαιος ὡς φοῖνιξ ἀνθήσει ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται

14πεφυτευμένοι ἐν τῷ οἴκῳ κυρίου ἐν ταῖς αὐλαῖς τοῦ θεοῦ ἡμῶν ἐξανθήσουσιν

15ἔτι πληθυνθήσονται ἐν γήρει πίονι καὶ εὐπαθοῦντες ἔσονται

16τοῦ ἀναγγεῖλαι ὅτι εὐθὴς κύριος ὁ θεός μου καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ