Exodus — Ch. 6
Version
Font
Layout

ExodusChapter 6

1καὶ εἶπεν κύριος πρὸς Μωυσῆν ἤδη ὄψει ἃ ποιήσω τῷ Φαραω ἐν γὰρ χειρὶ κραταιᾷ ἐξαποστελεῖ αὐτοὺς καὶ ἐν βραχίονι ὑψηλῷ ἐκβαλεῖ αὐτοὺς ἐκ τῆς γῆς αὐτοῦ

2ἐλάλησεν δὲ ὁ θεὸς πρὸς Μωυσῆν καὶ εἶπεν πρὸς αὐτόν ἐγὼ κύριος

3καὶ ὤφθην πρὸς Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ θεὸς ὢν αὐτῶν καὶ τὸ ὄνομά μου κύριος οὐκ ἐδήλωσα αὐτοῖς

4καὶ ἔστησα τὴν διαθήκην μου πρὸς αὐτοὺς ὥστε δοῦναι αὐτοῖς τὴν γῆν τῶν Χαναναίων τὴν γῆν ἣν παρῳκήκασιν ἐν ᾗ καὶ παρῴκησαν ἐπ᾽ αὐτῆς

5καὶ ἐγὼ εἰσήκουσα τὸν στεναγμὸν τῶν υἱῶν Ισραηλ ὃν οἱ Αἰγύπτιοι καταδουλοῦνται αὐτούς καὶ ἐμνήσθην τῆς διαθήκης ὑμῶν

6βάδιζε εἰπὸν τοῖς υἱοῖς Ισραηλ λέγων ἐγὼ κύριος καὶ ἐξάξω ὑμᾶς ἀπὸ τῆς δυναστείας τῶν Αἰγυπτίων καὶ ῥύσομαι ὑμᾶς ἐκ τῆς δουλείας καὶ λυτρώσομαι ὑμᾶς ἐν βραχίονι ὑψηλῷ καὶ κρίσει μεγάλῃ

7καὶ λήμψομαι ἐμαυτῷ ὑμᾶς λαὸν ἐμοὶ καὶ ἔσομαι ὑμῶν θεός καὶ γνώσεσθε ὅτι ἐγὼ κύριος ὁ θεὸς ὑμῶν ὁ ἐξαγαγὼν ὑμᾶς ἐκ τῆς καταδυναστείας τῶν Αἰγυπτίων

8καὶ εἰσάξω ὑμᾶς εἰς τὴν γῆν εἰς ἣν ἐξέτεινα τὴν χεῖρά μου δοῦναι αὐτὴν τῷ Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ καὶ δώσω ὑμῖν αὐτὴν ἐν κλήρῳ ἐγὼ κύριος

9ἐλάλησεν δὲ Μωυσῆς οὕτως τοῖς υἱοῖς Ισραηλ καὶ οὐκ εἰσήκουσαν Μωυσῇ ἀπὸ τῆς ὀλιγοψυχίας καὶ ἀπὸ τῶν ἔργων τῶν σκληρῶν

10εἶπεν δὲ κύριος πρὸς Μωυσῆν λέγων

11εἴσελθε λάλησον Φαραω βασιλεῖ Αἰγύπτου ἵνα ἐξαποστείλῃ τοὺς υἱοὺς Ισραηλ ἐκ τῆς γῆς αὐτοῦ

12ἐλάλησεν δὲ Μωυσῆς ἔναντι κυρίου λέγων ἰδοὺ οἱ υἱοὶ Ισραηλ οὐκ εἰσήκουσάν μου καὶ πῶς εἰσακούσεταί μου Φαραω ἐγὼ δὲ ἄλογός εἰμι

13εἶπεν δὲ κύριος πρὸς Μωυσῆν καὶ Ααρων καὶ συνέταξεν αὐτοῖς πρὸς Φαραω βασιλέα Αἰγύπτου ὥστε ἐξαποστεῖλαι τοὺς υἱοὺς Ισραηλ ἐκ γῆς Αἰγύπτου

14καὶ οὗτοι ἀρχηγοὶ οἴκων πατριῶν αὐτῶν υἱοὶ Ρουβην πρωτοτόκου Ισραηλ Ενωχ καὶ Φαλλους Ασρων καὶ Χαρμι αὕτη ἡ συγγένεια Ρουβην

15καὶ υἱοὶ Συμεων Ιεμουηλ καὶ Ιαμιν καὶ Αωδ καὶ Ιαχιν καὶ Σααρ καὶ Σαουλ ὁ ἐκ τῆς Φοινίσσης αὗται αἱ πατριαὶ τῶν υἱῶν Συμεων

16καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Λευι κατὰ συγγενείας αὐτῶν Γεδσων Κααθ καὶ Μεραρι καὶ τὰ ἔτη τῆς ζωῆς Λευι ἑκατὸν τριάκοντα ἑπτά

17καὶ οὗτοι υἱοὶ Γεδσων Λοβενι καὶ Σεμεϊ οἶκοι πατριᾶς αὐτῶν

18καὶ υἱοὶ Κααθ Αμβραμ καὶ Ισσααρ Χεβρων καὶ Οζιηλ καὶ τὰ ἔτη τῆς ζωῆς Κααθ ἑκατὸν τριάκοντα ἔτη

19καὶ υἱοὶ Μεραρι Μοολι καὶ Ομουσι οὗτοι οἶκοι πατριῶν Λευι κατὰ συγγενείας αὐτῶν

20καὶ ἔλαβεν Αμβραμ τὴν Ιωχαβεδ θυγατέρα τοῦ ἀδελφοῦ τοῦ πατρὸς αὐτοῦ ἑαυτῷ εἰς γυναῖκα καὶ ἐγέννησεν αὐτῷ τόν τε Ααρων καὶ Μωυσῆν καὶ Μαριαμ τὴν ἀδελφὴν αὐτῶν τὰ δὲ ἔτη τῆς ζωῆς Αμβραμ ἑκατὸν τριάκοντα δύο ἔτη

21καὶ υἱοὶ Ισσααρ Κορε καὶ Ναφεκ καὶ Ζεχρι

22καὶ υἱοὶ Οζιηλ Ελισαφαν καὶ Σετρι

23ἔλαβεν δὲ Ααρων τὴν Ελισαβεθ θυγατέρα Αμιναδαβ ἀδελφὴν Ναασσων αὐτῷ γυναῖκα καὶ ἔτεκεν αὐτῷ τόν τε Ναδαβ καὶ Αβιουδ καὶ Ελεαζαρ καὶ Ιθαμαρ

24υἱοὶ δὲ Κορε Ασιρ καὶ Ελκανα καὶ Αβιασαφ αὗται αἱ γενέσεις Κορε

25καὶ Ελεαζαρ ὁ τοῦ Ααρων ἔλαβεν τῶν θυγατέρων Φουτιηλ αὐτῷ γυναῖκα καὶ ἔτεκεν αὐτῷ τὸν Φινεες αὗται αἱ ἀρχαὶ πατριᾶς Λευιτῶν κατὰ γενέσεις αὐτῶν

26οὗτος Ααρων καὶ Μωυσῆς οἷς εἶπεν αὐτοῖς ὁ θεὸς ἐξαγαγεῖν τοὺς υἱοὺς Ισραηλ ἐκ γῆς Αἰγύπτου σὺν δυνάμει αὐτῶν

27οὗτοί εἰσιν οἱ διαλεγόμενοι πρὸς Φαραω βασιλέα Αἰγύπτου καὶ ἐξήγαγον τοὺς υἱοὺς Ισραηλ ἐξ Αἰγύπτου αὐτὸς Ααρων καὶ Μωυσῆς

28ᾗ ἡμέρᾳ ἐλάλησεν κύριος Μωυσῇ ἐν γῇ Αἰγύπτῳ

29καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων ἐγὼ κύριος λάλησον πρὸς Φαραω βασιλέα Αἰγύπτου ὅσα ἐγὼ λέγω πρὸς σέ

30καὶ εἶπεν Μωυσῆς ἐναντίον κυρίου ἰδοὺ ἐγὼ ἰσχνόφωνός εἰμι καὶ πῶς εἰσακούσεταί μου Φαραω