Daniel — Ch. 3
Version
Font
Layout

DanielChapter 3

1ἔτους ὀκτωκαιδεκάτου Ναβουχοδονοσορ βασιλεὺς διοικῶν πόλεις καὶ χώρας καὶ πάντας τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς ἀπὸ Ινδικῆς ἕως Αἰθιοπίας ἐποίησεν εἰκόνα χρυσῆν τὸ ὕψος αὐτῆς πηχῶν ἑξήκοντα καὶ τὸ πλάτος αὐτῆς πηχῶν ἕξ καὶ ἔστησεν αὐτὴν ἐν πεδίῳ τοῦ περιβόλου χώρας Βαβυλωνίας

1ἔτους ὀκτωκαιδεκάτου Ναβουχοδονοσορ ὁ βασιλεὺς ἐποίησεν εἰκόνα χρυσῆν ὕψος αὐτῆς πήχεων ἑξήκοντα εὖρος αὐτῆς πήχεων ἕξ καὶ ἔστησεν αὐτὴν ἐν πεδίῳ Δεϊρα ἐν χώρᾳ Βαβυλῶνος

2καὶ Ναβουχοδονοσορ βασιλεὺς βασιλέων καὶ κυριεύων τῆς οἰκουμένης ὅλης ἀπέστειλεν ἐπισυναγαγεῖν πάντα τὰ ἔθνη καὶ φυλὰς καὶ γλώσσας σατράπας στρατηγούς τοπάρχας καὶ ὑπάτους διοικητὰς καὶ τοὺς ἐπ᾽ ἐξουσιῶν κατὰ χώραν καὶ πάντας τοὺς κατὰ τὴν οἰκουμένην ἐλθεῖν εἰς τὸν ἐγκαινισμὸν τῆς εἰκόνος τῆς χρυσῆς ἣν ἔστησε Ναβουχοδονοσορ ὁ βασιλεύς

2καὶ ἀπέστειλεν συναγαγεῖν τοὺς ὑπάτους καὶ τοὺς στρατηγοὺς καὶ τοὺς τοπάρχας ἡγουμένους καὶ τυράννους καὶ τοὺς ἐπ᾽ ἐξουσιῶν καὶ πάντας τοὺς ἄρχοντας τῶν χωρῶν ἐλθεῖν εἰς τὰ ἐγκαίνια τῆς εἰκόνος ἧς ἔστησεν Ναβουχοδονοσορ ὁ βασιλεύς

3καὶ συνήχθησαν οἱ τοπάρχαι ὕπατοι στρατηγοί ἡγούμενοι τύραννοι μεγάλοι οἱ ἐπ᾽ ἐξουσιῶν καὶ πάντες οἱ ἄρχοντες τῶν χωρῶν εἰς τὸν ἐγκαινισμὸν τῆς εἰκόνος ἧς ἔστησεν Ναβουχοδονοσορ ὁ βασιλεύς καὶ εἱστήκεισαν ἐνώπιον τῆς εἰκόνος ἧς ἔστησεν Ναβουχοδονοσορ

3καὶ ἔστησαν οἱ προγεγραμμένοι κατέναντι τῆς εἰκόνος

4καὶ ὁ κῆρυξ ἐβόα ἐν ἰσχύι ὑμῖν λέγεται λαοί φυλαί γλῶσσαι

4καὶ ὁ κῆρυξ ἐκήρυξε τοῖς ὄχλοις ὑμῖν παραγγέλλεται ἔθνη καὶ χῶραι λαοὶ καὶ γλῶσσαι

5ὅταν ἀκούσητε τῆς φωνῆς τῆς σάλπιγγος σύριγγος καὶ κιθάρας σαμβύκης καὶ ψαλτηρίου συμφωνίας καὶ παντὸς γένους μουσικῶν πεσόντες προσκυνήσατε τῇ εἰκόνι τῇ χρυσῇ ἣν ἔστησε Ναβουχοδονοσορ βασιλεύς

5ᾗ ἂν ὥρᾳ ἀκούσητε τῆς φωνῆς τῆς σάλπιγγος σύριγγός τε καὶ κιθάρας σαμβύκης καὶ ψαλτηρίου καὶ συμφωνίας καὶ παντὸς γένους μουσικῶν πίπτοντες προσκυνεῖτε τῇ εἰκόνι τῇ χρυσῇ ᾗ ἔστησεν Ναβουχοδονοσορ ὁ βασιλεύς

6καὶ πᾶς ὃς ἂν μὴ πεσὼν προσκυνήσῃ ἐμβαλοῦσιν αὐτὸν εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην

6καὶ ὃς ἂν μὴ πεσὼν προσκυνήσῃ αὐτῇ τῇ ὥρᾳ ἐμβληθήσεται εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην

7καὶ ἐγένετο ὅτε ἤκουσαν οἱ λαοὶ τῆς φωνῆς τῆς σάλπιγγος σύριγγός τε καὶ κιθάρας σαμβύκης καὶ ψαλτηρίου καὶ συμφωνίας καὶ παντὸς γένους μουσικῶν πίπτοντες πάντες οἱ λαοί φυλαί γλῶσσαι προσεκύνουν τῇ εἰκόνι τῇ χρυσῇ ᾗ ἔστησεν Ναβουχοδονοσορ ὁ βασιλεύς

7καὶ ἐν τῷ καιρῷ ἐκείνῳ ὅτε ἤκουσαν πάντα τὰ ἔθνη τῆς φωνῆς τῆς σάλπιγγος καὶ παντὸς ἤχου μουσικῶν πίπτοντα πάντα τὰ ἔθνη φυλαὶ καὶ γλῶσσαι προσεκύνησαν τῇ εἰκόνι τῇ χρυσῇ ἣν ἔστησε Ναβουχοδονοσορ κατέναντι τούτου

8τότε προσήλθοσαν ἄνδρες Χαλδαῖοι καὶ διέβαλον τοὺς Ιουδαίους

8ἐν ἐκείνῳ τῷ καιρῷ προσελθόντες ἄνδρες Χαλδαῖοι διέβαλον τοὺς Ιουδαίους

9καὶ ὑπολαβόντες εἶπον κύριε βασιλεῦ εἰς τὸν αἰῶνα ζῆθι

9τῷ βασιλεῖ Ναβουχοδονοσορ βασιλεῦ εἰς τοὺς αἰῶνας ζῆθι

10σύ βασιλεῦ προσέταξας καὶ ἔκρινας ἵνα πᾶς ἄνθρωπος ὃς ἂν ἀκούσῃ τῆς φωνῆς τῆς σάλπιγγος καὶ παντὸς ἤχου μουσικῶν πεσὼν προσκυνήσῃ τῇ εἰκόνι τῇ χρυσῇ

10σύ βασιλεῦ ἔθηκας δόγμα πάντα ἄνθρωπον ὃς ἂν ἀκούσῃ τῆς φωνῆς τῆς σάλπιγγος σύριγγός τε καὶ κιθάρας σαμβύκης καὶ ψαλτηρίου καὶ συμφωνίας καὶ παντὸς γένους μουσικῶν

11καὶ μὴ πεσὼν προσκυνήσῃ τῇ εἰκόνι τῇ χρυσῇ ἐμβληθήσεται εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην

11καὶ ὃς ἂν μὴ πεσὼν προσκυνήσῃ ἐμβληθήσεται εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην

12εἰσὶ δέ τινες ἄνδρες Ιουδαῖοι οὓς κατέστησας ἐπὶ τῆς χώρας τῆς Βαβυλωνίας Σεδραχ Μισαχ Αβδεναγω οἱ ἄνθρωποι ἐκεῖνοι οὐκ ἐφοβήθησάν σου τὴν ἐντολὴν καὶ τῷ εἰδώλῳ σου οὐκ ἐλάτρευσαν καὶ τῇ εἰκόνι σου τῇ χρυσῇ ᾗ ἔστησας οὐ προσεκύνησαν

12εἰσὶν ἄνδρες Ιουδαῖοι οὓς κατέστησας ἐπὶ τὰ ἔργα τῆς χώρας Βαβυλῶνος Σεδραχ Μισαχ Αβδεναγω οἱ ἄνδρες ἐκεῖνοι οὐχ ὑπήκουσαν βασιλεῦ τῷ δόγματί σου τοῖς θεοῖς σου οὐ λατρεύουσιν καὶ τῇ εἰκόνι τῇ χρυσῇ ᾗ ἔστησας οὐ προσκυνοῦσιν

13τότε Ναβουχοδονοσορ θυμωθεὶς ὀργῇ προσέταξεν ἀγαγεῖν τὸν Σεδραχ Μισαχ Αβδεναγω τότε οἱ ἄνθρωποι ἤχθησαν πρὸς τὸν βασιλέα

13τότε Ναβουχοδονοσορ ἐν θυμῷ καὶ ὀργῇ εἶπεν ἀγαγεῖν τὸν Σεδραχ Μισαχ καὶ Αβδεναγω καὶ ἤχθησαν ἐνώπιον τοῦ βασιλέως

14καὶ ἀπεκρίθη Ναβουχοδονοσορ καὶ εἶπεν αὐτοῖς εἰ ἀληθῶς Σεδραχ Μισαχ Αβδεναγω τοῖς θεοῖς μου οὐ λατρεύετε καὶ τῇ εἰκόνι τῇ χρυσῇ ᾗ ἔστησα οὐ προσκυνεῖτε

14οὓς καὶ συνιδὼν Ναβουχοδονοσορ ὁ βασιλεὺς εἶπεν αὐτοῖς διὰ τί Σεδραχ Μισαχ Αβδεναγω τοῖς θεοῖς μου οὐ λατρεύετε καὶ τῇ εἰκόνι τῇ χρυσῇ ἣν ἔστησα οὐ προσκυνεῖτε

15καὶ νῦν εἰ μὲν ἔχετε ἑτοίμως ἅμα τῷ ἀκοῦσαι τῆς σάλπιγγος καὶ παντὸς ἤχου μουσικῶν πεσόντες προσκυνῆσαι τῇ εἰκόνι τῇ χρυσῇ ᾗ ἔστησα εἰ δὲ μή γε γινώσκετε ὅτι μὴ προσκυνησάντων ὑμῶν αὐθωρὶ ἐμβληθήσεσθε εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην καὶ ποῖος θεὸς ἐξελεῖται ὑμᾶς ἐκ τῶν χειρῶν μου

15νῦν οὖν εἰ ἔχετε ἑτοίμως ἵνα ὡς ἂν ἀκούσητε τῆς φωνῆς τῆς σάλπιγγος σύριγγός τε καὶ κιθάρας σαμβύκης καὶ ψαλτηρίου καὶ συμφωνίας καὶ παντὸς γένους μουσικῶν πεσόντες προσκυνήσητε τῇ εἰκόνι ᾗ ἐποίησα ἐὰν δὲ μὴ προσκυνήσητε αὐτῇ τῇ ὥρᾳ ἐμβληθήσεσθε εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην καὶ τίς ἐστιν θεός ὃς ἐξελεῖται ὑμᾶς ἐκ τῶν χειρῶν μου

16καὶ ἀπεκρίθησαν Σεδραχ Μισαχ Αβδεναγω λέγοντες τῷ βασιλεῖ Ναβουχοδονοσορ οὐ χρείαν ἔχομεν ἡμεῖς περὶ τοῦ ῥήματος τούτου ἀποκριθῆναί σοι

16ἀποκριθέντες δὲ Σεδραχ Μισαχ Αβδεναγω εἶπαν τῷ βασιλεῖ Ναβουχοδονοσορ βασιλεῦ οὐ χρείαν ἔχομεν ἡμεῖς ἐπὶ τῇ ἐπιταγῇ ταύτῃ ἀποκριθῆναί σοι

17ἔστι γὰρ θεὸς ἐν οὐρανοῖς εἷς κύριος ἡμῶν ὃν φοβούμεθα ὅς ἐστι δυνατὸς ἐξελέσθαι ἡμᾶς ἐκ τῆς καμίνου τοῦ πυρός καὶ ἐκ τῶν χειρῶν σου βασιλεῦ ἐξελεῖται ἡμᾶς

17ἔστιν γὰρ θεός ᾧ ἡμεῖς λατρεύομεν δυνατὸς ἐξελέσθαι ἡμᾶς ἐκ τῆς καμίνου τοῦ πυρὸς τῆς καιομένης καὶ ἐκ τῶν χειρῶν σου βασιλεῦ ῥύσεται ἡμᾶς

18καὶ τότε φανερόν σοι ἔσται ὅτι οὔτε τῷ εἰδώλῳ σου λατρεύομεν οὔτε τῇ εἰκόνι σου τῇ χρυσῇ ἣν ἔστησας προσκυνοῦμεν

18καὶ ἐὰν μή γνωστὸν ἔστω σοι βασιλεῦ ὅτι τοῖς θεοῖς σου οὐ λατρεύομεν καὶ τῇ εἰκόνι τῇ χρυσῇ ᾗ ἔστησας οὐ προσκυνοῦμεν

19τότε Ναβουχοδονοσορ ἐπλήσθη θυμοῦ καὶ ἡ μορφὴ τοῦ προσώπου αὐτοῦ ἠλλοιώθη καὶ ἐπέταξε καῆναι τὴν κάμινον ἑπταπλασίως παρ᾽ ὃ ἔδει αὐτὴν καῆναι

19τότε Ναβουχοδονοσορ ἐπλήσθη θυμοῦ καὶ ἡ ὄψις τοῦ προσώπου αὐτοῦ ἠλλοιώθη ἐπὶ Σεδραχ Μισαχ καὶ Αβδεναγω καὶ εἶπεν ἐκκαῦσαι τὴν κάμινον ἑπταπλασίως ἕως οὗ εἰς τέλος ἐκκαῇ

20καὶ ἄνδρας ἰσχυροτάτους τῶν ἐν τῇ δυνάμει ἐπέταξε συμποδίσαντας τὸν Σεδραχ Μισαχ Αβδεναγω ἐμβαλεῖν εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην

20καὶ ἄνδρας ἰσχυροὺς ἰσχύι εἶπεν πεδήσαντας τὸν Σεδραχ Μισαχ καὶ Αβδεναγω ἐμβαλεῖν εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην

21τότε οἱ ἄνδρες ἐκεῖνοι συνεποδίσθησαν ἔχοντες τὰ ὑποδήματα αὐτῶν καὶ τὰς τιάρας αὐτῶν ἐπὶ τῶν κεφαλῶν αὐτῶν σὺν τῷ ἱματισμῷ αὐτῶν καὶ ἐβλήθησαν εἰς τὴν κάμινον

21τότε οἱ ἄνδρες ἐκεῖνοι ἐπεδήθησαν σὺν τοῖς σαραβάροις αὐτῶν καὶ τιάραις καὶ περικνημῖσι καὶ ἐνδύμασιν αὐτῶν καὶ ἐβλήθησαν εἰς μέσον τῆς καμίνου τοῦ πυρὸς τῆς καιομένης

22ἐπειδὴ τὸ πρόσταγμα τοῦ βασιλέως ἤπειγεν καὶ ἡ κάμινος ἐξεκαύθη ὑπὲρ τὸ πρότερον ἑπταπλασίως καὶ οἱ ἄνδρες οἱ προχειρισθέντες συμποδίσαντες αὐτοὺς καὶ προσαγαγόντες τῇ καμίνῳ ἐνεβάλοσαν εἰς αὐτήν

22ἐπεὶ τὸ ῥῆμα τοῦ βασιλέως ὑπερίσχυεν καὶ ἡ κάμινος ἐξεκαύθη ἐκ περισσοῦ

23καὶ οἱ τρεῖς οὗτοι Σεδραχ Μισαχ καὶ Αβδεναγω ἔπεσον εἰς μέσον τῆς καμίνου τοῦ πυρὸς τῆς καιομένης πεπεδημένοι

23τοὺς μὲν οὖν ἄνδρας τοὺς συμποδίσαντας τοὺς περὶ τὸν Αζαριαν ἐξελθοῦσα ἡ φλὸξ ἐκ τῆς καμίνου ἐνεπύρισε καὶ ἀπέκτεινεν αὐτοὶ δὲ συνετηρήθησαν

24καὶ περιεπάτουν ἐν μέσῳ τῆς φλογὸς ὑμνοῦντες τὸν θεὸν καὶ εὐλογοῦντες τὸν κύριον

24οὕτως οὖν προσηύξατο Ανανιας καὶ Αζαριας καὶ Μισαηλ καὶ ὕμνησαν τῷ κυρίῳ ὅτε αὐτοὺς ὁ βασιλεὺς προσέταξεν ἐμβληθῆναι εἰς τὴν κάμινον

25καὶ συστὰς Αζαριας προσηύξατο οὕτως καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ ἐν μέσῳ τοῦ πυρὸς εἶπεν

25στὰς δὲ Αζαριας προσηύξατο οὕτως καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ ἐξωμολογεῖτο τῷ κυρίῳ ἅμα τοῖς συνεταίροις αὐτοῦ ἐν μέσῳ τῷ πυρὶ ὑποκαιομένης τῆς καμίνου ὑπὸ τῶν Χαλδαίων σφόδρα καὶ εἶπαν

26εὐλογητὸς εἶ κύριε ὁ θεὸς τῶν πατέρων ἡμῶν καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας

26εὐλογητὸς εἶ κύριε ὁ θεὸς τῶν πατέρων ἡμῶν καὶ αἰνετός καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας

27ὅτι δίκαιος εἶ ἐπὶ πᾶσιν οἷς ἐποίησας ἡμῖν καὶ πάντα τὰ ἔργα σου ἀληθινά καὶ αἱ ὁδοί σου εὐθεῖαι καὶ πᾶσαι αἱ κρίσεις σου ἀληθιναί

27ὅτι δίκαιος εἶ ἐπὶ πᾶσιν οἷς ἐποίησας ἡμῖν καὶ πάντα τὰ ἔργα σου ἀληθινά καὶ εὐθεῖαι αἱ ὁδοί σου καὶ πᾶσαι αἱ κρίσεις σου ἀλήθεια

28καὶ κρίματα ἀληθείας ἐποίησας κατὰ πάντα ἃ ἐπήγαγες ἡμῖν καὶ ἐπὶ τὴν πόλιν σου τὴν ἁγίαν τὴν τῶν πατέρων ἡμῶν Ιερουσαλημ διότι ἐν ἀληθείᾳ καὶ κρίσει ἐποίησας πάντα ταῦτα διὰ τὰς ἁμαρτίας ἡμῶν

28καὶ κρίματα ἀληθείας ἐποίησας κατὰ πάντα ἃ ἐπήγαγες ἡμῖν καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν τὴν τῶν πατέρων ἡμῶν Ιερουσαλημ ὅτι ἐν ἀληθείᾳ καὶ κρίσει ἐπήγαγες πάντα ταῦτα διὰ τὰς ἁμαρτίας ἡμῶν

29ὅτι ἡμάρτομεν καὶ ἠνομήσαμεν ἀποστῆναι ἀπὸ σοῦ καὶ ἐξημάρτομεν ἐν πᾶσιν καὶ τῶν ἐντολῶν σου οὐκ ἠκούσαμεν

29ὅτι ἡμάρτομεν ἐν πᾶσι καὶ ἠνομήσαμεν ἀποστῆναι ἀπὸ σοῦ καὶ ἐξημάρτομεν ἐν πᾶσι καὶ τῶν ἐντολῶν τοῦ νόμου σου οὐχ ὑπηκούσαμεν

30οὐδὲ συνετηρήσαμεν οὐδὲ ἐποιήσαμεν καθὼς ἐνετείλω ἡμῖν ἵνα εὖ ἡμῖν γένηται

30οὐδὲ συνετηρήσαμεν οὐδὲ ἐποιήσαμεν καθὼς ἐνετείλω ἡμῖν ἵνα εὖ ἡμῖν γένηται

31καὶ νῦν πάντα ὅσα ἡμῖν ἐπήγαγες καὶ πάντα ὅσα ἐποίησας ἡμῖν ἐν ἀληθινῇ κρίσει ἐποίησας

31καὶ πάντα ὅσα ἡμῖν ἐπήγαγες καὶ πάντα ὅσα ἐποίησας ἡμῖν ἐν ἀληθινῇ κρίσει ἐποίησας

32καὶ παρέδωκας ἡμᾶς εἰς χεῖρας ἐχθρῶν ἀνόμων ἐχθίστων ἀποστατῶν καὶ βασιλεῖ ἀδίκῳ καὶ πονηροτάτῳ παρὰ πᾶσαν τὴν γῆν

32καὶ παρέδωκας ἡμᾶς εἰς χεῖρας ἐχθρῶν ἡμῶν ἀνόμων καὶ ἐχθίστων ἀποστατῶν καὶ βασιλεῖ ἀδίκῳ καὶ πονηροτάτῳ παρὰ πᾶσαν τὴν γῆν

33καὶ νῦν οὐκ ἔστιν ἡμῖν ἀνοῖξαι τὸ στόμα αἰσχύνη καὶ ὄνειδος ἐγενήθη τοῖς δούλοις σου καὶ τοῖς σεβομένοις σε

33καὶ νῦν οὐκ ἔστιν ἡμῖν ἀνοῖξαι τὸ στόμα αἰσχύνη καὶ ὄνειδος ἐγενήθη τοῖς δούλοις σου καὶ τοῖς σεβομένοις σε

34μὴ δὴ παραδῷς ἡμᾶς εἰς τέλος διὰ τὸ ὄνομά σου καὶ μὴ διασκεδάσῃς τὴν διαθήκην σου

34μὴ παραδῷς ἡμᾶς εἰς τέλος διὰ τὸ ὄνομά σου καὶ μὴ διασκεδάσῃς σου τὴν διαθήκην

35καὶ μὴ ἀποστήσῃς τὸ ἔλεός σου ἀφ᾽ ἡμῶν διὰ Αβρααμ τὸν ἠγαπημένον ὑπὸ σοῦ καὶ διὰ Ισαακ τὸν δοῦλόν σου καὶ Ισραηλ τὸν ἅγιόν σου

35καὶ μὴ ἀποστήσῃς τὸ ἔλεός σου ἀφ᾽ ἡμῶν δι᾽ Αβρααμ τὸν ἠγαπημένον ὑπὸ σοῦ καὶ διὰ Ισαακ τὸν δοῦλόν σου καὶ Ισραηλ τὸν ἅγιόν σου

36οἷς ἐλάλησας πρὸς αὐτοὺς λέγων πληθῦναι τὸ σπέρμα αὐτῶν ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ καὶ ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης

36ὡς ἐλάλησας πρὸς αὐτοὺς λέγων πληθῦναι τὸ σπέρμα αὐτῶν ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ καὶ ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης

37ὅτι δέσποτα ἐσμικρύνθημεν παρὰ πάντα τὰ ἔθνη καί ἐσμεν ταπεινοὶ ἐν πάσῃ τῇ γῇ σήμερον διὰ τὰς ἁμαρτίας ἡμῶν

37ὅτι δέσποτα ἐσμικρύνθημεν παρὰ πάντα τὰ ἔθνη καί ἐσμεν ταπεινοὶ ἐν πάσῃ τῇ γῇ σήμερον διὰ τὰς ἁμαρτίας ἡμῶν

38καὶ οὐκ ἔστιν ἐν τῷ καιρῷ τούτῳ ἄρχων καὶ προφήτης καὶ ἡγούμενος οὐδὲ ὁλοκαύτωσις οὐδὲ θυσία οὐδὲ προσφορὰ οὐδὲ θυμίαμα οὐ τόπος τοῦ καρπῶσαι ἐναντίον σου καὶ εὑρεῖν ἔλεος

38καὶ οὐκ ἔστιν ἐν τῷ καιρῷ τούτῳ ἄρχων καὶ προφήτης οὐδὲ ἡγούμενος οὐδὲ ὁλοκαύτωσις οὐδὲ θυσία οὐδὲ προσφορὰ οὐδὲ θυμίαμα οὐδὲ τόπος τοῦ καρπῶσαι ἐνώπιόν σου καὶ εὑρεῖν ἔλεος

39ἀλλ᾽ ἐν ψυχῇ συντετριμμένῃ καὶ πνεύματι ταπεινώσεως προσδεχθείημεν ὡς ἐν ὁλοκαυτώμασιν κριῶν καὶ ταύρων καὶ ὡς ἐν μυριάσιν ἀρνῶν πιόνων

39ἀλλ᾽ ἐν ψυχῇ συντετριμμένῃ καὶ πνεύματι τεταπεινωμένῳ προσδεχθείημεν ὡς ἐν ὁλοκαυτώμασι κριῶν καὶ ταύρων καὶ ὡς ἐν μυριάσιν ἀρνῶν πιόνων

40οὕτω γενέσθω ἡμῶν ἡ θυσία ἐνώπιόν σου σήμερον καὶ ἐξιλάσαι ὄπισθέν σου ὅτι οὐκ ἔστιν αἰσχύνη τοῖς πεποιθόσιν ἐπὶ σοί καὶ τελειώσαι ὄπισθέν σου

40οὕτως γενέσθω θυσία ἡμῶν ἐνώπιόν σου σήμερον καὶ ἐκτελέσαι ὄπισθέν σου ὅτι οὐκ ἔσται αἰσχύνη τοῖς πεποιθόσιν ἐπὶ σοί

41καὶ νῦν ἐξακολουθοῦμεν ἐν ὅλῃ καρδίᾳ καὶ φοβούμεθά σε καὶ ζητοῦμεν τὸ πρόσωπόν σου μὴ καταισχύνῃς ἡμᾶς

41καὶ νῦν ἐξακολουθοῦμεν ἐν ὅλῃ καρδίᾳ καὶ φοβούμεθά σε καὶ ζητοῦμεν τὸ πρόσωπόν σου μὴ καταισχύνῃς ἡμᾶς

42ἀλλὰ ποίησον μεθ᾽ ἡμῶν κατὰ τὴν ἐπιείκειάν σου καὶ κατὰ τὸ πλῆθος τοῦ ἐλέους σου

42ἀλλὰ ποίησον μεθ᾽ ἡμῶν κατὰ τὴν ἐπιείκειάν σου καὶ κατὰ τὸ πλῆθος τοῦ ἐλέους σου

43καὶ ἐξελοῦ ἡμᾶς κατὰ τὰ θαυμάσιά σου καὶ δὸς δόξαν τῷ ὀνόματί σου κύριε

43καὶ ἐξελοῦ ἡμᾶς κατὰ τὰ θαυμάσιά σου καὶ δὸς δόξαν τῷ ὀνόματί σου κύριε

44καὶ ἐντραπείησαν πάντες οἱ ἐνδεικνύμενοι τοῖς δούλοις σου κακὰ καὶ καταισχυνθείησαν ἀπὸ πάσης δυναστείας καὶ ἡ ἰσχὺς αὐτῶν συντριβείη

44καὶ ἐντραπείησαν πάντες οἱ ἐνδεικνύμενοι τοῖς δούλοις σου κακὰ καὶ καταισχυνθείησαν ἀπὸ πάσης δυνάμεως καὶ δυναστείας καὶ ἡ ἰσχὺς αὐτῶν συντριβείη

45γνώτωσαν ὅτι σὺ εἶ κύριος ὁ θεὸς μόνος καὶ ἔνδοξος ἐφ᾽ ὅλην τὴν οἰκουμένην

45γνώτωσαν ὅτι σὺ εἶ μόνος κύριος ὁ θεὸς καὶ ἔνδοξος ἐφ᾽ ὅλην τὴν οἰκουμένην

46καὶ οὐ διέλειπον οἱ ἐμβαλόντες αὐτοὺς ὑπηρέται τοῦ βασιλέως καίοντες τὴν κάμινον νάφθαν καὶ πίσσαν καὶ στιππύον καὶ κληματίδα

46καὶ οὐ διέλιπον οἱ ἐμβάλλοντες αὐτοὺς ὑπηρέται τοῦ βασιλέως καίοντες τὴν κάμινον καὶ ἡνίκα ἐνεβάλοσαν τοὺς τρεῖς εἰς ἅπαξ εἰς τὴν κάμινον καὶ ἡ κάμινος ἦν διάπυρος κατὰ τὴν θερμασίαν αὐτῆς ἑπταπλασίως καὶ ὅτε αὐτοὺς ἐνεβάλοσαν οἱ μὲν ἐμβάλλοντες αὐτοὺς ἦσαν ὑπεράνω αὐτῶν οἱ δὲ ὑπέκαιον ὑποκάτωθεν αὐτῶν νάφθαν καὶ στιππύον καὶ πίσσαν καὶ κληματίδα

47καὶ διεχεῖτο ἡ φλὸξ ἐπάνω τῆς καμίνου ἐπὶ πήχεις τεσσαράκοντα ἐννέα

47καὶ διεχεῖτο ἡ φλὸξ ἐπάνω τῆς καμίνου ἐπὶ πήχεις τεσσαράκοντα ἐννέα

48καὶ διεξώδευσε καὶ ἐνεπύρισεν οὓς εὗρε περὶ τὴν κάμινον τῶν Χαλδαίων

48καὶ διώδευσεν καὶ ἐνεπύρισεν οὓς εὗρεν περὶ τὴν κάμινον τῶν Χαλδαίων

49ἄγγελος δὲ κυρίου συγκατέβη ἅμα τοῖς περὶ τὸν Αζαριαν εἰς τὴν κάμινον καὶ ἐξετίναξε τὴν φλόγα τοῦ πυρὸς ἐκ τῆς καμίνου

49ὁ δὲ ἄγγελος κυρίου συγκατέβη ἅμα τοῖς περὶ τὸν Αζαριαν εἰς τὴν κάμινον καὶ ἐξετίναξεν τὴν φλόγα τοῦ πυρὸς ἐκ τῆς καμίνου

50καὶ ἐποίησε τὸ μέσον τῆς καμίνου ὡσεὶ πνεῦμα δρόσου διασυρίζον καὶ οὐχ ἥψατο αὐτῶν καθόλου τὸ πῦρ καὶ οὐκ ἐλύπησε καὶ οὐ παρηνώχλησεν αὐτούς

50καὶ ἐποίησεν τὸ μέσον τῆς καμίνου ὡς πνεῦμα δρόσου διασυρίζον καὶ οὐχ ἥψατο αὐτῶν τὸ καθόλου τὸ πῦρ καὶ οὐκ ἐλύπησεν οὐδὲ παρηνώχλησεν αὐτοῖς

51τότε οἱ τρεῖς ὡς ἐξ ἑνὸς στόματος ὕμνουν καὶ ἐδόξαζον καὶ εὐλόγουν τὸν θεὸν ἐν τῇ καμίνῳ λέγοντες

51ἀναλαβόντες δὲ οἱ τρεῖς ὡς ἐξ ἑνὸς στόματος ὕμνουν καὶ ἐδόξαζον καὶ εὐλόγουν καὶ ἐξύψουν τὸν θεὸν ἐν τῇ καμίνῳ λέγοντες

52εὐλογητὸς εἶ κύριε ὁ θεὸς τῶν πατέρων ἡμῶν καὶ αἰνετὸς καὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας καὶ εὐλογημένον τὸ ὄνομα τῆς δόξης σου τὸ ἅγιον καὶ ὑπεραινετὸν καὶ ὑπερυψούμενον εἰς τοὺς αἰῶνας

52εὐλογητὸς εἶ κύριε ὁ θεὸς τῶν πατέρων ἡμῶν καὶ αἰνετὸς καὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας καὶ εὐλογημένον τὸ ὄνομα τῆς δόξης σου τὸ ἅγιον καὶ ὑπεραινετὸν καὶ ὑπερυψωμένον εἰς πάντας τοὺς αἰῶνας

53εὐλογημένος εἶ ἐν τῷ ναῷ τῆς ἁγίας δόξης σου καὶ ὑπερυμνητὸς καὶ ὑπερένδοξος εἰς τοὺς αἰῶνας

53εὐλογημένος εἶ ἐν τῷ ναῷ τῆς ἁγίας δόξης σου καὶ ὑπερυμνητὸς καὶ ὑπερένδοξος εἰς τοὺς αἰῶνας

54εὐλογημένος εἶ ἐπὶ θρόνου τῆς βασιλείας σου καὶ ὑπερυμνητὸς καὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας

54εὐλογητὸς εἶ ἐπὶ θρόνου τῆς βασιλείας σου καὶ ὑμνητὸς καὶ ὑπερυψωμένος εἰς τοὺς αἰῶνας

55εὐλογημένος εἶ ὁ ἐπιβλέπων ἀβύσσους καθήμενος ἐπὶ χερουβιν καὶ αἰνετὸς καὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας

55εὐλογητὸς εἶ ὁ βλέπων ἀβύσσους καθήμενος ἐπὶ χερουβιμ καὶ αἰνετὸς καὶ δεδοξασμένος εἰς τοὺς αἰῶνας

56εὐλογημένος εἶ ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ καὶ ὑμνητὸς καὶ δεδοξασμένος εἰς τοὺς αἰῶνας

56εὐλογητὸς εἶ ἐν τῷ στερεώματι καὶ ὑμνητὸς καὶ δεδοξασμένος εἰς τοὺς αἰῶνας

57εὐλογεῖτε πάντα τὰ ἔργα κυρίου τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας

57εὐλογεῖτε πάντα τὰ ἔργα τοῦ κυρίου τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας

58εὐλογεῖτε ἄγγελοι κυρίου τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας

58εὐλογεῖτε ἄγγελοι κυρίου τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας

59εὐλογεῖτε οὐρανοί τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας

59εὐλογεῖτε οὐρανοί τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας

60εὐλογεῖτε ὕδατα πάντα τὰ ἐπάνω τοῦ οὐρανοῦ τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας

60εὐλογεῖτε ὕδατα πάντα τὰ ἐπάνω τοῦ οὐρανοῦ τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας

61εὐλογεῖτε πᾶσαι αἱ δυνάμεις κυρίου τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας

61εὐλογεῖτε πᾶσαι αἱ δυνάμεις τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας

62εὐλογεῖτε ἥλιος καὶ σελήνη τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας

62εὐλογεῖτε ἥλιος καὶ σελήνη τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας

63εὐλογεῖτε ἄστρα τοῦ οὐρανοῦ τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας

63εὐλογεῖτε ἄστρα τοῦ οὐρανοῦ τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας

64εὐλογεῖτε πᾶς ὄμβρος καὶ δρόσος τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας

64εὐλογεῖτε πᾶς ὄμβρος καὶ δρόσος τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας

65εὐλογεῖτε πάντα τὰ πνεύματα τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας

65εὐλογεῖτε πάντα τὰ πνεύματα τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας

66εὐλογεῖτε πῦρ καὶ καῦμα τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας

66εὐλογεῖτε πῦρ καὶ καῦμα τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας

67εὐλογεῖτε ψῦχος καὶ καύσων τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας

67εὐλογεῖτε ῥῖγος καὶ ψῦχος τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας

68εὐλογεῖτε δρόσοι καὶ νιφετοί τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας

68εὐλογεῖτε δρόσοι καὶ νιφετοί τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας

69εὐλογεῖτε πάγοι καὶ ψῦχος τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας

69εὐλογεῖτε πάγος καὶ ψῦχος τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας

70εὐλογεῖτε πάχναι καὶ χιόνες τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας

70εὐλογεῖτε πάχναι καὶ χιόνες τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας

71εὐλογεῖτε νύκτες καὶ ἡμέραι τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας

71εὐλογεῖτε νύκτες καὶ ἡμέραι τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας

72εὐλογεῖτε φῶς καὶ σκότος τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας

72εὐλογεῖτε φῶς καὶ σκότος τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας

73εὐλογεῖτε ἀστραπαὶ καὶ νεφέλαι τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας

73εὐλογεῖτε ἀστραπαὶ καὶ νεφέλαι τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας

74εὐλογείτω ἡ γῆ τὸν κύριον ὑμνείτω καὶ ὑπερυψούτω αὐτὸν εἰς τοὺς αἰῶνας

74εὐλογείτω ἡ γῆ τὸν κύριον ὑμνείτω καὶ ὑπερυψούτω αὐτὸν εἰς τοὺς αἰῶνας

75εὐλογεῖτε ὄρη καὶ βουνοί τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας

75εὐλογεῖτε ὄρη καὶ βουνοί τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας

76εὐλογεῖτε πάντα τὰ φυόμενα ἐν τῇ γῇ τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας

76εὐλογεῖτε πάντα τὰ φυόμενα ἐπὶ τῆς γῆς τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας

77εὐλογεῖτε αἱ πηγαί τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας

77εὐλογεῖτε αἱ πηγαί τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας

78εὐλογεῖτε θάλασσαι καὶ ποταμοί τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας

78εὐλογεῖτε θάλασσαι καὶ ποταμοί τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας

79εὐλογεῖτε κήτη καὶ πάντα τὰ κινούμενα ἐν τοῖς ὕδασι τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας

79εὐλογεῖτε κήτη καὶ πάντα τὰ κινούμενα ἐν τοῖς ὕδασιν τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας

80εὐλογεῖτε πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας

80εὐλογεῖτε πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας

81εὐλογεῖτε πάντα τὰ θηρία καὶ τὰ κτήνη τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας

81εὐλογεῖτε τετράποδα καὶ θηρία τῆς γῆς τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας

82εὐλογεῖτε οἱ υἱοὶ τῶν ἀνθρώπων τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας

82εὐλογεῖτε οἱ υἱοὶ τῶν ἀνθρώπων τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας

83εὐλογεῖτε Ισραηλ τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας

83εὐλογεῖτε Ισραηλ τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας

84εὐλογεῖτε ἱερεῖς κυρίου τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας

84εὐλογεῖτε ἱερεῖς τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας

85εὐλογεῖτε δοῦλοι κυρίου τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας

85εὐλογεῖτε δοῦλοι τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας

86εὐλογεῖτε πνεύματα καὶ ψυχαὶ δικαίων τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας

86εὐλογεῖτε πνεύματα καὶ ψυχαὶ δικαίων τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας

87εὐλογεῖτε ὅσιοι καὶ ταπεινοὶ καρδίᾳ τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας

87εὐλογεῖτε ὅσιοι καὶ ταπεινοὶ τῇ καρδίᾳ τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας

88εὐλογεῖτε Ανανια Αζαρια Μισαηλ τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας ὅτι ἐξείλατο ἡμᾶς ἐξ ᾅδου καὶ ἐκ χειρὸς θανάτου ἔσωσεν ἡμᾶς καὶ ἐρρύσατο ἡμᾶς ἐκ μέσου καμίνου καιομένης φλογὸς καὶ ἐκ μέσου πυρὸς ἐρρύσατο ἡμᾶς

88εὐλογεῖτε Ανανια Αζαρια Μισαηλ τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας ὅτι ἐξείλετο ἡμᾶς ἐξ ᾅδου καὶ ἔσωσεν ἡμᾶς ἐκ χειρὸς θανάτου καὶ ἐρρύσατο ἡμᾶς ἐκ μέσου καιομένης φλογὸς καὶ ἐκ τοῦ πυρὸς ἐλυτρώσατο ἡμᾶς

89ἐξομολογεῖσθε τῷ κυρίῳ ὅτι χρηστός ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ

89ἐξομολογεῖσθε τῷ κυρίῳ ὅτι χρηστός ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ

90εὐλογεῖτε πάντες οἱ σεβόμενοι τὸν θεὸν τῶν θεῶν ὑμνεῖτε καὶ ἐξομολογεῖσθε ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ καὶ εἰς τὸν αἰῶνα τῶν αἰώνων

90εὐλογεῖτε πάντες οἱ σεβόμενοι τὸν κύριον τὸν θεὸν τῶν θεῶν ὑμνεῖτε καὶ ἐξομολογεῖσθε ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ

91καὶ Ναβουχοδονοσορ ἤκουσεν ὑμνούντων αὐτῶν καὶ ἐθαύμασεν καὶ ἐξανέστη ἐν σπουδῇ καὶ εἶπεν τοῖς μεγιστᾶσιν αὐτοῦ οὐχὶ ἄνδρας τρεῖς ἐβάλομεν εἰς μέσον τοῦ πυρὸς πεπεδημένους καὶ εἶπαν τῷ βασιλεῖ ἀληθῶς βασιλεῦ

91καὶ ἐγένετο ἐν τῷ ἀκοῦσαι τὸν βασιλέα ὑμνούντων αὐτῶν καὶ ἑστὼς ἐθεώρει αὐτοὺς ζῶντας τότε Ναβουχοδονοσορ ὁ βασιλεὺς ἐθαύμασε καὶ ἀνέστη σπεύσας καὶ εἶπεν τοῖς φίλοις αὐτοῦ

92καὶ εἶπεν ὁ βασιλεύς ἰδοὺ ἐγὼ ὁρῶ ἄνδρας τέσσαρας λελυμένους καὶ περιπατοῦντας ἐν μέσῳ τοῦ πυρός καὶ διαφθορὰ οὐκ ἔστιν ἐν αὐτοῖς καὶ ἡ ὅρασις τοῦ τετάρτου ὁμοία υἱῷ θεοῦ

92ἰδοὺ ἐγὼ ὁρῶ ἄνδρας τέσσαρας λελυμένους περιπατοῦντας ἐν τῷ πυρί καὶ φθορὰ οὐδεμία ἐγενήθη ἐν αὐτοῖς καὶ ἡ ὅρασις τοῦ τετάρτου ὁμοίωμα ἀγγέλου θεοῦ

93καὶ προσελθὼν ὁ βασιλεὺς πρὸς τὴν θύραν τῆς καμίνου τῆς καιομένης τῷ πυρὶ ἐκάλεσεν αὐτοὺς ἐξ ὀνόματος Σεδραχ Μισαχ Αβδεναγω οἱ παῖδες τοῦ θεοῦ τῶν θεῶν τοῦ ὑψίστου ἐξέλθετε ἐκ τοῦ πυρός οὕτως οὖν ἐξῆλθον οἱ ἄνδρες ἐκ μέσου τοῦ πυρός

93τότε προσῆλθεν Ναβουχοδονοσορ πρὸς τὴν θύραν τῆς καμίνου τοῦ πυρὸς τῆς καιομένης καὶ εἶπεν Σεδραχ Μισαχ Αβδεναγω οἱ δοῦλοι τοῦ θεοῦ τοῦ ὑψίστου ἐξέλθετε καὶ δεῦτε καὶ ἐξῆλθον Σεδραχ Μισαχ Αβδεναγω ἐκ μέσου τοῦ πυρός

94καὶ συνάγονται οἱ σατράπαι καὶ οἱ στρατηγοὶ καὶ οἱ τοπάρχαι καὶ οἱ δυνάσται τοῦ βασιλέως καὶ ἐθεώρουν τοὺς ἄνδρας ὅτι οὐκ ἐκυρίευσεν τὸ πῦρ τοῦ σώματος αὐτῶν καὶ ἡ θρὶξ τῆς κεφαλῆς αὐτῶν οὐκ ἐφλογίσθη καὶ τὰ σαράβαρα αὐτῶν οὐκ ἠλλοιώθη καὶ ὀσμὴ πυρὸς οὐκ ἦν ἐν αὐτοῖς

94καὶ συνήχθησαν οἱ ὕπατοι τοπάρχαι καὶ ἀρχιπατριῶται καὶ οἱ φίλοι τοῦ βασιλέως καὶ ἐθεώρουν τοὺς ἀνθρώπους ἐκείνους ὅτι οὐχ ἥψατο τὸ πῦρ τοῦ σώματος αὐτῶν καὶ αἱ τρίχες αὐτῶν οὐ κατεκάησαν καὶ τὰ σαράβαρα αὐτῶν οὐκ ἠλλοιώθησαν οὐδὲ ὀσμὴ τοῦ πυρὸς ἦν ἐν αὐτοῖς

95καὶ ἀπεκρίθη Ναβουχοδονοσορ καὶ εἶπεν εὐλογητὸς ὁ θεὸς τοῦ Σεδραχ Μισαχ Αβδεναγω ὃς ἀπέστειλεν τὸν ἄγγελον αὐτοῦ καὶ ἐξείλατο τοὺς παῖδας αὐτοῦ ὅτι ἐπεποίθεισαν ἐπ᾽ αὐτῷ καὶ τὸ ῥῆμα τοῦ βασιλέως ἠλλοίωσαν καὶ παρέδωκαν τὰ σώματα αὐτῶν εἰς πῦρ ὅπως μὴ λατρεύσωσιν μηδὲ προσκυνήσωσιν παντὶ θεῷ ἀλλ᾽ ἢ τῷ θεῷ αὐτῶν

95ὑπολαβὼν δὲ Ναβουχοδονοσορ ὁ βασιλεὺς εἶπεν εὐλογητὸς κύριος ὁ θεὸς τοῦ Σεδραχ Μισαχ Αβδεναγω ὃς ἀπέστειλε τὸν ἄγγελον αὐτοῦ καὶ ἔσωσε τοὺς παῖδας αὐτοῦ τοὺς ἐλπίσαντας ἐπ᾽ αὐτόν τὴν γὰρ προσταγὴν τοῦ βασιλέως ἠθέτησαν καὶ παρέδωκαν τὰ σώματα αὐτῶν εἰς ἐμπυρισμόν ἵνα μὴ λατρεύσωσι μηδὲ προσκυνήσωσι θεῷ ἑτέρῳ ἀλλ᾽ ἢ τῷ θεῷ αὐτῶν

96καὶ νῦν ἐγὼ κρίνω ἵνα πᾶν ἔθνος καὶ πᾶσαι φυλαὶ καὶ πᾶσαι γλῶσσαι ὃς ἂν βλασφημήσῃ εἰς τὸν κύριον τὸν θεὸν Σεδραχ Μισαχ Αβδεναγω διαμελισθήσεται καὶ ἡ οἰκία αὐτοῦ δημευθήσεται διότι οὐκ ἔστιν θεὸς ἕτερος ὃς δυνήσεται ἐξελέσθαι οὕτως

96καὶ ἐγὼ ἐκτίθεμαι δόγμα πᾶς λαός φυλή γλῶσσα ἣ ἂν εἴπῃ βλασφημίαν κατὰ τοῦ θεοῦ Σεδραχ Μισαχ Αβδεναγω εἰς ἀπώλειαν ἔσονται καὶ οἱ οἶκοι αὐτῶν εἰς διαρπαγήν καθότι οὐκ ἔστιν θεὸς ἕτερος ὅστις δυνήσεται ῥύσασθαι οὕτως

97οὕτως οὖν ὁ βασιλεὺς τῷ Σεδραχ Μισαχ Αβδεναγω ἐξουσίαν δοὺς ἐφ᾽ ὅλης τῆς χώρας κατέστησεν αὐτοὺς ἄρχοντας

97τότε ὁ βασιλεὺς κατεύθυνεν τὸν Σεδραχ Μισαχ Αβδεναγω ἐν τῇ χώρᾳ Βαβυλῶνος καὶ ἠξίωσεν αὐτοὺς ἡγεῖσθαι πάντων τῶν Ιουδαίων τῶν ὄντων ἐν τῇ βασιλείᾳ αὐτοῦ