DanielChapter 8
1ἐν ἔτει τρίτῳ τῆς βασιλείας Βαλτασαρ τοῦ βασιλέως ὅρασις ὤφθη πρός με ἐγὼ Δανιηλ μετὰ τὴν ὀφθεῖσάν μοι τὴν ἀρχήν
1ἔτους τρίτου βασιλεύοντος Βαλτασαρ ὅρασις ἣν εἶδον ἐγὼ Δανιηλ μετὰ τὸ ἰδεῖν με τὴν πρώτην
2καὶ εἶδον ἐν τῷ ὁράματι τοῦ ἐνυπνίου μου ἐμοῦ ὄντος ἐν Σούσοις τῇ πόλει ἥτις ἐστὶν ἐν Ἐλυμαΐδι χώρᾳ ἔτι ὄντος μου πρὸς τῇ πύλῃ Αιλαμ
2καὶ ἤμην ἐν Σούσοις τῇ βάρει ἥ ἐστιν ἐν χώρᾳ Αιλαμ καὶ εἶδον ἐν ὁράματι καὶ ἤμην ἐπὶ τοῦ Ουβαλ
3καὶ ἦρα τοὺς ὀφθαλμούς μου καὶ εἶδον καὶ ἰδοὺ κριὸς εἷς ἑστηκὼς πρὸ τοῦ Ουβαλ καὶ αὐτῷ κέρατα καὶ τὰ κέρατα ὑψηλά καὶ τὸ ἓν ὑψηλότερον τοῦ ἑτέρου καὶ τὸ ὑψηλὸν ἀνέβαινεν ἐπ᾽ ἐσχάτων
3ἀναβλέψας εἶδον κριὸν ἕνα μέγαν ἑστῶτα ἀπέναντι τῆς πύλης καὶ εἶχε κέρατα καὶ τὸ ἓν ὑψηλότερον τοῦ ἑτέρου καὶ τὸ ὑψηλότερον ἀνέβαινε
4εἶδον τὸν κριὸν κερατίζοντα κατὰ θάλασσαν καὶ βορρᾶν καὶ νότον καὶ πάντα τὰ θηρία οὐ στήσονται ἐνώπιον αὐτοῦ καὶ οὐκ ἦν ὁ ἐξαιρούμενος ἐκ χειρὸς αὐτοῦ καὶ ἐποίησεν κατὰ τὸ θέλημα αὐτοῦ καὶ ἐμεγαλύνθη
4μετὰ δὲ ταῦτα εἶδον τὸν κριὸν κερατίζοντα πρὸς ἀνατολὰς καὶ πρὸς βορρᾶν καὶ πρὸς δυσμὰς καὶ μεσημβρίαν καὶ πάντα τὰ θηρία οὐκ ἔστησαν ἐνώπιον αὐτοῦ καὶ οὐκ ἦν ὁ ῥυόμενος ἐκ τῶν χειρῶν αὐτοῦ καὶ ἐποίει ὡς ἤθελε καὶ ὑψώθη
5καὶ ἐγὼ διενοούμην καὶ ἰδοὺ τράγος αἰγῶν ἤρχετο ἀπὸ δυσμῶν ἐπὶ προσώπου τῆς γῆς καὶ οὐχ ἥπτετο τῆς γῆς καὶ ἦν τοῦ τράγου κέρας ἓν ἀνὰ μέσον τῶν ὀφθαλμῶν αὐτοῦ
5καὶ ἐγὼ ἤμην συνίων καὶ ἰδοὺ τράγος αἰγῶν ἤρχετο ἀπὸ λιβὸς ἐπὶ πρόσωπον πάσης τῆς γῆς καὶ οὐκ ἦν ἁπτόμενος τῆς γῆς καὶ τῷ τράγῳ κέρας θεωρητὸν ἀνὰ μέσον τῶν ὀφθαλμῶν αὐτοῦ
6καὶ ἦλθεν ἐπὶ τὸν κριὸν τὸν τὰ κέρατα ἔχοντα ὃν εἶδον ἑστῶτα πρὸς τῇ πύλῃ καὶ ἔδραμε πρὸς αὐτὸν ἐν θυμῷ ὀργῆς
6καὶ ἦλθεν ἕως τοῦ κριοῦ τοῦ τὰ κέρατα ἔχοντος οὗ εἶδον ἑστῶτος ἐνώπιον τοῦ Ουβαλ καὶ ἔδραμεν πρὸς αὐτὸν ἐν ὁρμῇ τῆς ἰσχύος αὐτοῦ
7καὶ εἶδον αὐτὸν προσάγοντα πρὸς τὸν κριόν καὶ ἐθυμώθη ἐπ᾽ αὐτὸν καὶ ἐπάταξε καὶ συνέτριψε τὰ δύο κέρατα αὐτοῦ καὶ οὐκέτι ἦν ἰσχὺς ἐν τῷ κριῷ στῆναι κατέναντι τοῦ τράγου καὶ ἐσπάραξεν αὐτὸν ἐπὶ τὴν γῆν καὶ συνέτριψεν αὐτόν καὶ οὐκ ἦν ὁ ῥυόμενος τὸν κριὸν ἀπὸ τοῦ τράγου
7καὶ εἶδον αὐτὸν φθάνοντα ἕως τοῦ κριοῦ καὶ ἐξηγριάνθη πρὸς αὐτὸν καὶ ἔπαισεν τὸν κριὸν καὶ συνέτριψεν ἀμφότερα τὰ κέρατα αὐτοῦ καὶ οὐκ ἦν ἰσχὺς τῷ κριῷ τοῦ στῆναι ἐνώπιον αὐτοῦ καὶ ἔρριψεν αὐτὸν ἐπὶ τὴν γῆν καὶ συνεπάτησεν αὐτόν καὶ οὐκ ἦν ὁ ἐξαιρούμενος τὸν κριὸν ἐκ χειρὸς αὐτοῦ
8καὶ ὁ τράγος τῶν αἰγῶν κατίσχυσε σφόδρα καὶ ὅτε κατίσχυσε συνετρίβη αὐτοῦ τὸ κέρας τὸ μέγα καὶ ἀνέβη ἕτερα τέσσαρα κέρατα κατόπισθεν αὐτοῦ εἰς τοὺς τέσσαρας ἀνέμους τοῦ οὐρανοῦ
8καὶ ὁ τράγος τῶν αἰγῶν ἐμεγαλύνθη ἕως σφόδρα καὶ ἐν τῷ ἰσχῦσαι αὐτὸν συνετρίβη τὸ κέρας αὐτοῦ τὸ μέγα καὶ ἀνέβη κέρατα τέσσαρα ὑποκάτω αὐτοῦ εἰς τοὺς τέσσαρας ἀνέμους τοῦ οὐρανοῦ
9καὶ ἐκ τοῦ ἑνὸς αὐτῶν ἐξῆλθεν κέρας ἓν ἰσχυρὸν καὶ ἐμεγαλύνθη περισσῶς πρὸς τὸν νότον καὶ πρὸς ἀνατολὴν καὶ πρὸς τὴν δύναμιν
9καὶ ἐξ ἑνὸς αὐτῶν ἀνεφύη κέρας ἰσχυρὸν ἓν καὶ κατίσχυσε καὶ ἐπάταξεν ἐπὶ μεσημβρίαν καὶ ἐπ᾽ ἀνατολὰς καὶ ἐπὶ βορρᾶν
10καὶ ὑψώθη ἕως τῶν ἀστέρων τοῦ οὐρανοῦ καὶ ἐρράχθη ἐπὶ τὴν γῆν ἀπὸ τῶν ἀστέρων καὶ ἀπὸ αὐτῶν κατεπατήθη
10ἐμεγαλύνθη ἕως τῆς δυνάμεως τοῦ οὐρανοῦ καὶ ἔπεσεν ἐπὶ τὴν γῆν ἀπὸ τῆς δυνάμεως τοῦ οὐρανοῦ καὶ ἀπὸ τῶν ἄστρων καὶ συνεπάτησεν αὐτά
11καὶ ἕως οὗ ὁ ἀρχιστράτηγος ῥύσηται τὴν αἰχμαλωσίαν καὶ δι᾽ αὐτὸν θυσία ἐρράχθη καὶ ἐγενήθη καὶ κατευοδώθη αὐτῷ καὶ τὸ ἅγιον ἐρημωθήσεται
11ἕως ὁ ἀρχιστράτηγος ῥύσεται τὴν αἰχμαλωσίαν καὶ δι᾽ αὐτὸν τὰ ὄρη τὰ ἀπ᾽ αἰῶνος ἐρράχθη καὶ ἐξήρθη ὁ τόπος αὐτῶν καὶ θυσία καὶ ἔθηκεν αὐτὴν ἕως χαμαὶ ἐπὶ τὴν γῆν καὶ εὐωδώθη καὶ ἐγενήθη καὶ τὸ ἅγιον ἐρημωθήσεται
12καὶ ἐγενήθησαν ἐπὶ τῇ θυσίᾳ αἱ ἁμαρτίαι καὶ ἐρρίφη χαμαὶ ἡ δικαιοσύνη καὶ ἐποίησε καὶ εὐωδώθη
12καὶ ἐδόθη ἐπὶ τὴν θυσίαν ἁμαρτία καὶ ἐρρίφη χαμαὶ ἡ δικαιοσύνη καὶ ἐποίησεν καὶ εὐοδώθη
13καὶ ἤκουον ἑτέρου ἁγίου λαλοῦντος καὶ εἶπεν ὁ ἕτερος τῷ φελμουνι τῷ λαλοῦντι ἕως τίνος τὸ ὅραμα στήσεται καὶ ἡ θυσία ἡ ἀρθεῖσα καὶ ἡ ἁμαρτία ἐρημώσεως ἡ δοθεῖσα καὶ τὰ ἅγια ἐρημωθήσεται εἰς καταπάτημα
13καὶ ἤκουσα ἑνὸς ἁγίου λαλοῦντος καὶ εἶπεν εἷς ἅγιος τῷ φελμουνι τῷ λαλοῦντι ἕως πότε ἡ ὅρασις στήσεται ἡ θυσία ἡ ἀρθεῖσα καὶ ἡ ἁμαρτία ἐρημώσεως ἡ δοθεῖσα καὶ τὸ ἅγιον καὶ ἡ δύναμις συμπατηθήσεται
14καὶ εἶπεν αὐτῷ ἕως ἑσπέρας καὶ πρωὶ ἡμέραι δισχίλιαι καὶ τριακόσιαι καὶ καθαρισθήσεται τὸ ἅγιον
14καὶ εἶπεν αὐτῷ ἕως ἑσπέρας καὶ πρωὶ ἡμέραι δισχίλιαι τριακόσιαι καὶ καθαρισθήσεται τὸ ἅγιον
15καὶ ἐγένετο ἐν τῷ θεωρεῖν με ἐγὼ Δανιηλ τὸ ὅραμα ἐζήτουν διανοηθῆναι καὶ ἰδοὺ ἔστη κατεναντίον μου ὡς ὅρασις ἀνθρώπου
15καὶ ἐγένετο ἐν τῷ ἰδεῖν με ἐγὼ Δανιηλ τὴν ὅρασιν καὶ ἐζήτουν σύνεσιν καὶ ἰδοὺ ἔστη ἐνώπιον ἐμοῦ ὡς ὅρασις ἀνδρός
16καὶ ἤκουσα φωνὴν ἀνδρὸς ἀνὰ μέσον τοῦ Ουβαλ καὶ ἐκάλεσεν καὶ εἶπεν Γαβριηλ συνέτισον ἐκεῖνον τὴν ὅρασιν
16καὶ ἤκουσα φωνὴν ἀνθρώπου ἀνὰ μέσον τοῦ Ουλαι καὶ ἐκάλεσε καὶ εἶπεν Γαβριηλ συνέτισον ἐκεῖνον τὴν ὅρασιν καὶ ἀναβοήσας εἶπεν ὁ ἄνθρωπος ἐπὶ τὸ πρόσταγμα ἐκεῖνο ἡ ὅρασις
17καὶ ἦλθε καὶ ἔστη ἐχόμενός μου τῆς στάσεως καὶ ἐν τῷ ἔρχεσθαι αὐτὸν ἐθορυβήθην καὶ ἔπεσα ἐπὶ πρόσωπόν μου καὶ εἶπέν μοι διανοήθητι υἱὲ ἀνθρώπου ἔτι γὰρ εἰς ὥραν καιροῦ τοῦτο τὸ ὅραμα
17καὶ ἦλθεν καὶ ἔστη ἐχόμενος τῆς στάσεώς μου καὶ ἐν τῷ ἐλθεῖν αὐτὸν ἐθαμβήθην καὶ πίπτω ἐπὶ πρόσωπόν μου καὶ εἶπεν πρός με σύνες υἱὲ ἀνθρώπου ἔτι γὰρ εἰς καιροῦ πέρας ἡ ὅρασις
18καὶ λαλοῦντος αὐτοῦ μετ᾽ ἐμοῦ ἐκοιμήθην ἐπὶ πρόσωπον χαμαί καὶ ἁψάμενός μου ἤγειρέ με ἐπὶ τοῦ τόπου
18καὶ ἐν τῷ λαλεῖν αὐτὸν μετ᾽ ἐμοῦ πίπτω ἐπὶ πρόσωπόν μου ἐπὶ τὴν γῆν καὶ ἥψατό μου καὶ ἔστησέν με ἐπὶ πόδας
19καὶ εἶπεν ἰδοὺ ἐγὼ γνωρίζω σοι τὰ ἐσόμενα ἐπ᾽ ἐσχάτων τῆς ὀργῆς ἔτι γὰρ εἰς καιροῦ πέρας ἡ ὅρασις
19καὶ εἶπέ μοι ἰδοὺ ἐγὼ ἀπαγγέλλω σοι ἃ ἔσται ἐπ᾽ ἐσχάτου τῆς ὀργῆς τοῖς υἱοῖς τοῦ λαοῦ σου ἔτι γὰρ εἰς ὥρας καιροῦ συντελείας μενεῖ
20τὸν κριὸν ὃν εἶδες τὸν ἔχοντα τὰ κέρατα βασιλεὺς Μήδων καὶ Περσῶν ἐστι
20ὁ κριός ὃν εἶδες ὁ ἔχων τὰ κέρατα βασιλεὺς Μήδων καὶ Περσῶν
21καὶ ὁ τράγος τῶν αἰγῶν βασιλεὺς τῶν Ἑλλήνων ἐστί καὶ τὸ κέρας τὸ μέγα τὸ ἀνὰ μέσον τῶν ὀφθαλμῶν αὐτοῦ αὐτὸς ὁ βασιλεὺς ὁ πρῶτος
21καὶ ὁ τράγος τῶν αἰγῶν βασιλεὺς Ἑλλήνων καὶ τὸ κέρας τὸ μέγα ὃ ἦν ἀνὰ μέσον τῶν ὀφθαλμῶν αὐτοῦ αὐτός ἐστιν ὁ βασιλεὺς ὁ πρῶτος
22καὶ τοῦ συντριβέντος οὗ ἔστησαν τέσσαρα ὑποκάτω κέρατα τέσσαρες βασιλεῖς ἐκ τοῦ ἔθνους αὐτοῦ ἀναστήσονται καὶ οὐκ ἐν τῇ ἰσχύι αὐτοῦ
22καὶ τὰ συντριβέντα καὶ ἀναβάντα ὀπίσω αὐτοῦ τέσσαρα κέρατα τέσσαρες βασιλεῖς τοῦ ἔθνους αὐτοῦ ἀναστήσονται οὐ κατὰ τὴν ἰσχὺν αὐτοῦ
23καὶ ἐπ᾽ ἐσχάτου τῆς βασιλείας αὐτῶν πληρουμένων τῶν ἁμαρτιῶν αὐτῶν ἀναστήσεται βασιλεὺς ἀναιδὴς προσώπῳ διανοούμενος αἰνίγματα
23καὶ ἐπ᾽ ἐσχάτων τῆς βασιλείας αὐτῶν πληρουμένων τῶν ἁμαρτιῶν αὐτῶν ἀναστήσεται βασιλεὺς ἀναιδὴς προσώπῳ καὶ συνίων προβλήματα
24καὶ κραταιὰ ἡ ἰσχὺς αὐτοῦ καὶ οὐκ ἐν τῇ ἰσχύι αὐτοῦ καὶ θαυμαστὰ διαφθερεῖ καὶ κατευθυνεῖ καὶ ποιήσει καὶ διαφθερεῖ ἰσχυροὺς καὶ λαὸν ἅγιον
24καὶ στερεωθήσεται ἡ ἰσχὺς αὐτοῦ καὶ οὐκ ἐν τῇ ἰσχύι αὐτοῦ καὶ θαυμαστῶς φθερεῖ καὶ εὐοδωθήσεται καὶ ποιήσει καὶ φθερεῖ δυνάστας καὶ δῆμον ἁγίων
25καὶ ἐπὶ τοὺς ἁγίους τὸ διανόημα αὐτοῦ καὶ εὐοδωθήσεται τὸ ψεῦδος ἐν ταῖς χερσὶν αὐτοῦ καὶ ἡ καρδία αὐτοῦ ὑψωθήσεται καὶ δόλῳ ἀφανιεῖ πολλοὺς καὶ ἐπὶ ἀπωλείας ἀνδρῶν στήσεται καὶ ποιήσει συναγωγὴν χειρὸς καὶ ἀποδώσεται
25καὶ ὁ ζυγὸς τοῦ κλοιοῦ αὐτοῦ κατευθυνεῖ δόλος ἐν τῇ χειρὶ αὐτοῦ καὶ ἐν καρδίᾳ αὐτοῦ μεγαλυνθήσεται καὶ δόλῳ διαφθερεῖ πολλοὺς καὶ ἐπὶ ἀπωλείας πολλῶν στήσεται καὶ ὡς ᾠὰ χειρὶ συντρίψει
26καὶ ἡ ὅρασις τῆς ἑσπέρας καὶ τῆς πρωίας τῆς ῥηθείσης ἀληθής ἐστιν καὶ σὺ σφράγισον τὴν ὅρασιν ὅτι εἰς ἡμέρας πολλάς
26τὸ ὅραμα τὸ ἑσπέρας καὶ πρωὶ ηὑρέθη ἐπ᾽ ἀληθείας καὶ νῦν πεφραγμένον τὸ ὅραμα ἔτι γὰρ εἰς ἡμέρας πολλάς
27καὶ ἐγὼ Δανιηλ ἐκοιμήθην καὶ ἐμαλακίσθην ἡμέρας καὶ ἀνέστην καὶ ἐποίουν τὰ ἔργα τοῦ βασιλέως καὶ ἐθαύμαζον τὴν ὅρασιν καὶ οὐκ ἦν ὁ συνίων
27ἐγὼ Δανιηλ ἀσθενήσας ἡμέρας πολλὰς καὶ ἀναστὰς ἐπραγματευόμην πάλιν βασιλικά καὶ ἐξελυόμην ἐπὶ τῷ ὁράματι καὶ οὐδεὶς ἦν ὁ διανοούμενος