Joshua — Ch. 15
Version
Font
Layout

JoshuaChapter 15

1καὶ ἐγένετο τὰ ὅρια φυλῆς Ιουδα κατὰ δήμους αὐτῶν ἀπὸ τῶν ὁρίων τῆς Ιδουμαίας ἀπὸ τῆς ἐρήμου Σιν ἕως Καδης πρὸς λίβα

2καὶ ἐγενήθη αὐτῶν τὰ ὅρια ἀπὸ λιβὸς ἕως μέρους τῆς θαλάσσης τῆς ἁλυκῆς ἀπὸ τῆς λοφιᾶς τῆς φερούσης ἐπὶ λίβα

3καὶ διαπορεύεται ἀπέναντι τῆς προσαναβάσεως Ακραβιν καὶ ἐκπεριπορεύεται Σεννα καὶ ἀναβαίνει ἀπὸ λιβὸς ἐπὶ Καδης Βαρνη καὶ ἐκπορεύεται Ασωρων καὶ προσαναβαίνει εἰς Αδδαρα καὶ περιπορεύεται τὴν κατὰ δυσμὰς Καδης

4καὶ πορεύεται ἐπὶ Ασεμωνα καὶ διεκβαλεῖ ἕως φάραγγος Αἰγύπτου καὶ ἔσται αὐτοῦ ἡ διέξοδος τῶν ὁρίων ἐπὶ τὴν θάλασσαν τοῦτό ἐστιν αὐτῶν ὅρια ἀπὸ λιβός

5καὶ τὰ ὅρια ἀπὸ ἀνατολῶν πᾶσα ἡ θάλασσα ἡ ἁλυκὴ ἕως τοῦ Ιορδάνου καὶ τὰ ὅρια αὐτῶν ἀπὸ βορρᾶ καὶ ἀπὸ τῆς λοφιᾶς τῆς θαλάσσης καὶ ἀπὸ τοῦ μέρους τοῦ Ιορδάνου

6ἐπιβαίνει τὰ ὅρια ἐπὶ Βαιθαγλα καὶ παραπορεύεται ἀπὸ βορρᾶ ἐπὶ Βαιθαραβα καὶ προσαναβαίνει τὰ ὅρια ἐπὶ λίθον Βαιων υἱοῦ Ρουβην

7καὶ προσαναβαίνει τὰ ὅρια ἐπὶ τὸ τέταρτον τῆς φάραγγος Αχωρ καὶ καταβαίνει ἐπὶ Γαλγαλ ἥ ἐστιν ἀπέναντι τῆς προσβάσεως Αδδαμιν ἥ ἐστιν κατὰ λίβα τῇ φάραγγι καὶ διεκβαλεῖ ἐπὶ τὸ ὕδωρ πηγῆς ἡλίου καὶ ἔσται αὐτοῦ ἡ διέξοδος πηγὴ Ρωγηλ

8καὶ ἀναβαίνει τὰ ὅρια εἰς φάραγγα Ονομ ἐπὶ νώτου Ιεβους ἀπὸ λιβός αὕτη ἐστὶν Ιερουσαλημ καὶ διεκβάλλει τὰ ὅρια ἐπὶ κορυφὴν ὄρους ἥ ἐστιν κατὰ πρόσωπον φάραγγος Ονομ πρὸς θαλάσσης ἥ ἐστιν ἐκ μέρους γῆς Ραφαϊν ἐπὶ βορρᾶ

9καὶ διεκβάλλει τὸ ὅριον ἀπὸ κορυφῆς τοῦ ὄρους ἐπὶ πηγὴν ὕδατος Ναφθω καὶ διεκβάλλει εἰς τὸ ὄρος Εφρων καὶ ἐξάξει τὸ ὅριον εἰς Βααλ αὕτη ἐστὶν πόλις Ιαριμ

10καὶ περιελεύσεται ὅριον ἀπὸ Βααλ ἐπὶ θάλασσαν καὶ παρελεύσεται εἰς ὄρος Ασσαρες ἐπὶ νώτου πόλιν Ιαριμ ἀπὸ βορρᾶ αὕτη ἐστὶν Χασλων καὶ καταβήσεται ἐπὶ Πόλιν ἡλίου καὶ παρελεύσεται ἐπὶ λίβα

11καὶ διεκβαλεῖ τὸ ὅριον κατὰ νώτου Ακκαρων ἐπὶ βορρᾶν καὶ διεκβαλεῖ τὰ ὅρια εἰς Σακχαρωνα καὶ παρελεύσεται ὄρος τῆς Βαλα καὶ διεκβαλεῖ ἐπὶ Ιαβνηλ καὶ ἔσται ἡ διέξοδος τῶν ὁρίων ἐπὶ θάλασσαν

12καὶ τὰ ὅρια αὐτῶν ἀπὸ θαλάσσης ἡ θάλασσα ἡ μεγάλη ὁριεῖ ταῦτα τὰ ὅρια υἱῶν Ιουδα κύκλῳ κατὰ δήμους αὐτῶν

13καὶ τῷ Χαλεβ υἱῷ Ιεφοννη ἔδωκεν μερίδα ἐν μέσῳ υἱῶν Ιουδα διὰ προστάγματος τοῦ θεοῦ καὶ ἔδωκεν αὐτῷ Ἰησοῦς τὴν πόλιν Αρβοκ μητρόπολιν Ενακ αὕτη ἐστὶν Χεβρων

14καὶ ἐξωλέθρευσεν ἐκεῖθεν Χαλεβ υἱὸς Ιεφοννη τοὺς τρεῖς υἱοὺς Ενακ τὸν Σουσι καὶ τὸν Θολμι καὶ τὸν Αχιμα

15καὶ ἀνέβη ἐκεῖθεν Χαλεβ ἐπὶ τοὺς κατοικοῦντας Δαβιρ τὸ δὲ ὄνομα Δαβιρ ἦν τὸ πρότερον Πόλις γραμμάτων

16καὶ εἶπεν Χαλεβ ὃς ἐὰν λάβῃ καὶ ἐκκόψῃ τὴν Πόλιν τῶν γραμμάτων καὶ κυριεύσῃ αὐτῆς δώσω αὐτῷ τὴν Αχσαν θυγατέρα μου εἰς γυναῖκα

17καὶ ἔλαβεν αὐτὴν Γοθονιηλ υἱὸς Κενεζ ἀδελφὸς Χαλεβ ὁ νεώτερος καὶ ἔδωκεν αὐτῷ τὴν Αχσαν θυγατέρα αὐτοῦ αὐτῷ γυναῖκα

18καὶ ἐγένετο ἐν τῷ εἰσπορεύεσθαι αὐτὴν καὶ συνεβουλεύσατο αὐτῷ λέγουσα αἰτήσομαι τὸν πατέρα μου ἀγρόν καὶ ἐβόησεν ἐκ τοῦ ὄνου καὶ εἶπεν αὐτῇ Χαλεβ τί ἐστίν σοι

19καὶ εἶπεν αὐτῷ δός μοι εὐλογίαν ὅτι εἰς γῆν Ναγεβ δέδωκάς με δός μοι τὴν Γολαθμαιν καὶ ἔδωκεν αὐτῇ Χαλεβ τὴν Γολαθμαιν τὴν ἄνω καὶ τὴν Γολαθμαιν τὴν κάτω

20αὕτη ἡ κληρονομία φυλῆς υἱῶν Ιουδα

21ἐγενήθησαν δὲ αἱ πόλεις αὐτῶν πόλις πρώτη φυλῆς υἱῶν Ιουδα ἐφ᾽ ὁρίων Εδωμ ἐπὶ τῆς ἐρήμου Καιβαισελεηλ καὶ Αρα καὶ Ασωρ

22καὶ Ικαμ καὶ Ρεγμα καὶ Αρουηλ

23καὶ Καδης καὶ Ασοριωναιν

24καὶ Μαιναμ καὶ Βαλμαιναν καὶ αἱ κῶμαι αὐτῶν

25καὶ αἱ πόλεις Ασερων αὕτη Ασωρ

26καὶ Σην καὶ Σαλμαα καὶ Μωλαδα

27καὶ Σερι καὶ Βαιφαλαδ

28καὶ Χολασεωλα καὶ Βηρσαβεε καὶ αἱ κῶμαι αὐτῶν καὶ αἱ ἐπαύλεις αὐτῶν

29Βαλα καὶ Βακωκ καὶ Ασομ

30καὶ Ελβωυδαδ καὶ Βαιθηλ καὶ Ερμα

31καὶ Σεκελακ καὶ Μαχαριμ καὶ Σεθεννακ

32καὶ Λαβως καὶ Σαλη καὶ Ερωμωθ πόλεις κθ# καὶ αἱ κῶμαι αὐτῶν

33ἐν τῇ πεδινῇ Ασταωλ καὶ Ραα καὶ Ασσα

34καὶ Ραμεν καὶ Τανω καὶ Ιλουθωθ καὶ Μαιανι

35καὶ Ιερμουθ καὶ Οδολλαμ καὶ Μεμβρα καὶ Σαωχω καὶ Αζηκα

36καὶ Σακαριμ καὶ Γαδηρα καὶ αἱ ἐπαύλεις αὐτῆς πόλεις δέκα τέσσαρες καὶ αἱ κῶμαι αὐτῶν

37Σεννα καὶ Αδασαν καὶ Μαγαδαγαδ

38καὶ Δαλαλ καὶ Μασφα καὶ Ιακαρεηλ

39καὶ Λαχης καὶ Βασηδωθ καὶ Ιδεαδαλεα

40καὶ Χαβρα καὶ Μαχες καὶ Μααχως

41καὶ Γεδδωρ καὶ Βαγαδιηλ καὶ Νωμαν καὶ Μακηδαν πόλεις δεκαὲξ καὶ αἱ κῶμαι αὐτῶν

42Λεμνα καὶ Ιθακ

43καὶ Ανωχ καὶ Ιανα καὶ Νασιβ

44καὶ Κεϊλαμ καὶ Ακιεζι καὶ Κεζιβ καὶ Βαθησαρ καὶ Αιλων πόλεις δέκα καὶ αἱ κῶμαι αὐτῶν

45Ακκαρων καὶ αἱ κῶμαι αὐτῆς καὶ αἱ ἐπαύλεις αὐτῶν

46ἀπὸ Ακκαρων Γεμνα καὶ πᾶσαι ὅσαι εἰσὶν πλησίον Ασηδωθ καὶ αἱ κῶμαι αὐτῶν

47Ασιεδωθ καὶ αἱ κῶμαι αὐτῆς καὶ αἱ ἐπαύλεις αὐτῆς Γάζα καὶ αἱ κῶμαι αὐτῆς καὶ αἱ ἐπαύλεις αὐτῆς ἕως τοῦ χειμάρρου Αἰγύπτου καὶ ἡ θάλασσα ἡ μεγάλη διορίζει

48καὶ ἐν τῇ ὀρεινῇ Σαμιρ καὶ Ιεθερ καὶ Σωχα

49καὶ Ρεννα καὶ Πόλις γραμμάτων αὕτη Δαβιρ

50καὶ Ανων καὶ Εσκαιμαν καὶ Αισαμ

51καὶ Γοσομ καὶ Χαλου καὶ Χαννα πόλεις ἕνδεκα καὶ αἱ κῶμαι αὐτῶν

52Αιρεμ καὶ Ρεμνα καὶ Σομα

53καὶ Ιεμαϊν καὶ Βαιθαχου καὶ Φακουα

54καὶ Ευμα καὶ πόλις Αρβοκ αὕτη ἐστὶν Χεβρων καὶ Σωρθ πόλεις ἐννέα καὶ αἱ ἐπαύλεις αὐτῶν

55Μαωρ καὶ Χερμελ καὶ Οζιβ καὶ Ιταν

56καὶ Ιαριηλ καὶ Ιαρικαμ καὶ Ζακαναϊμ

57καὶ Γαβαα καὶ Θαμναθα πόλεις ἐννέα καὶ αἱ κῶμαι αὐτῶν

58Αλουα καὶ Βαιθσουρ καὶ Γεδδων

59καὶ Μαγαρωθ καὶ Βαιθαναμ καὶ Θεκουμ πόλεις ἓξ καὶ αἱ κῶμαι αὐτῶν ~ Θεκω καὶ Εφραθα αὕτη ἐστὶν Βαιθλεεμ καὶ Φαγωρ καὶ Αιταν καὶ Κουλον καὶ Ταταμ καὶ Εωβης καὶ Καρεμ καὶ Γαλεμ καὶ Θεθηρ καὶ Μανοχω πόλεις ἕνδεκα καὶ αἱ κῶμαι αὐτῶν

60Καριαθβααλ αὕτη ἡ πόλις Ιαριμ καὶ Σωθηβα πόλεις δύο καὶ αἱ ἐπαύλεις αὐτῶν

61καὶ Βαδδαργις καὶ Θαραβααμ καὶ Αινων καὶ Αιχιοζα

62καὶ Ναφλαζων καὶ αἱ πόλεις Σαδωμ καὶ Ανκαδης πόλεις ἑπτὰ καὶ αἱ κῶμαι αὐτῶν

63καὶ ὁ Ιεβουσαῖος κατῴκει ἐν Ιερουσαλημ καὶ οὐκ ἠδυνάσθησαν οἱ υἱοὶ Ιουδα ἀπολέσαι αὐτούς καὶ κατῴκησαν οἱ Ιεβουσαῖοι ἐν Ιερουσαλημ ἕως τῆς ἡμέρας ἐκείνης