Tobit — Ch. 8
Version
Font
Layout

TobitChapter 8

1καὶ ὅτε συνετέλεσαν τὸ φαγεῖν καὶ πιεῖν ἠθέλησαν κοιμηθῆναι καὶ ἀπήγαγον τὸν νεανίσκον καὶ εἰσήγαγον αὐτὸν εἰς τὸ ταμίειον

1ὅτε δὲ συνετέλεσαν δειπνοῦντες εἰσήγαγον Τωβιαν πρὸς αὐτήν

2καὶ ἐμνήσθη Τωβιας τῶν λόγων Ραφαηλ καὶ ἔλαβεν τὸ ἧπαρ τοῦ ἰχθύος καὶ τὴν καρδίαν ἐκ τοῦ βαλλαντίου οὗ εἶχεν καὶ ἐπέθηκεν ἐπὶ τὴν τέφραν τοῦ θυμιάματος

2ὁ δὲ πορευόμενος ἐμνήσθη τῶν λόγων Ραφαηλ καὶ ἔλαβεν τὴν τέφραν τῶν θυμιαμάτων καὶ ἐπέθηκεν τὴν καρδίαν τοῦ ἰχθύος καὶ τὸ ἧπαρ καὶ ἐκάπνισεν

3καὶ ἡ ὀσμὴ τοῦ ἰχθύος ἐκώλυσεν καὶ ἀπέδραμεν τὸ δαιμόνιον ἄνω εἰς τὰ μέρη Αἰγύπτου καὶ βαδίσας Ραφαηλ συνεπόδισεν αὐτὸν ἐκεῖ καὶ ἐπέδησεν παραχρῆμα

3ὅτε δὲ ὠσφράνθη τὸ δαιμόνιον τῆς ὀσμῆς ἔφυγεν εἰς τὰ ἀνώτατα Αἰγύπτου καὶ ἔδησεν αὐτὸ ὁ ἄγγελος

4καὶ ἐξῆλθον καὶ ἀπέκλεισαν τὴν θύραν τοῦ ταμιείου καὶ ἠγέρθη Τωβιας ἀπὸ τῆς κλίνης καὶ εἶπεν αὐτῇ ἀδελφή ἀνάστηθι προσευξώμεθα καὶ δεηθῶμεν τοῦ κυρίου ἡμῶν ὅπως ποιήσῃ ἐφ᾽ ἡμᾶς ἔλεος καὶ σωτηρίαν

4ὡς δὲ συνεκλείσθησαν ἀμφότεροι ἀνέστη Τωβιας ἀπὸ τῆς κλίνης καὶ εἶπεν ἀνάστηθι ἀδελφή καὶ προσευξώμεθα ἵνα ἡμᾶς ἐλεήσῃ ὁ κύριος

5καὶ ἀνέστη καὶ ἤρξαντο προσεύχεσθαι καὶ δεηθῆναι ὅπως γένηται αὐτοῖς σωτηρία καὶ ἤρξατο λέγειν εὐλογητὸς εἶ ὁ θεὸς τῶν πατέρων ἡμῶν καὶ εὐλογητὸν τὸ ὄνομά σου εἰς πάντας τοὺς αἰῶνας τῆς γενεᾶς εὐλογησάτωσάν σε οἱ οὐρανοὶ καὶ πᾶσα ἡ κτίσις σου εἰς πάντας τοὺς αἰῶνας

5καὶ ἤρξατο Τωβιας λέγειν εὐλογητὸς εἶ ὁ θεὸς τῶν πατέρων ἡμῶν καὶ εὐλογητὸν τὸ ὄνομά σου τὸ ἅγιον καὶ ἔνδοξον εἰς τοὺς αἰῶνας εὐλογησάτωσάν σε οἱ οὐρανοὶ καὶ πᾶσαι αἱ κτίσεις σου

6σὺ ἐποίησας Αδαμ καὶ ἔδωκας αὐτῷ βοηθὸν Ευαν στήριγμα τὴν γυναῖκα αὐτοῦ ἐκ τούτων ἐγενήθη τὸ ἀνθρώπων σπέρμα σὺ εἶπας οὐ καλὸν εἶναι τὸν ἄνθρωπον μόνον ποιήσωμεν αὐτῷ βοηθὸν ὅμοιον αὐτῷ

6σὺ ἐποίησας τὸν Αδαμ καὶ ἐποίησας αὐτῷ βοηθὸν στήριγμα Ευαν τὴν γυναῖκα αὐτοῦ καὶ ἐξ ἀμφοτέρων ἐγενήθη τὸ σπέρμα τῶν ἀνθρώπων καὶ σὺ εἶπας ὅτι οὐ καλὸν εἶναι τὸν ἄνθρωπον μόνον ποιήσωμεν αὐτῷ βοηθὸν ὅμοιον αὐτῷ

7καὶ νῦν κύριε οὐ διὰ πορνείαν ἐγὼ λαμβάνω τὴν ἀδελφήν μου ταύτην ἀλλ᾽ ἐπ᾽ ἀληθείας ἐπίταξον ἐλεῆσαί με καὶ ταύτῃ συγκαταγηρᾶσαι

7καὶ νῦν οὐχὶ διὰ πορνείαν ἐγὼ λαμβάνω τὴν ἀδελφήν μου ταύτην ἀλλ᾽ ἐπ᾽ ἀληθείας ἐπίταξον ἐλεῆσαί με καὶ αὐτὴν καὶ συγκαταγηρᾶσαι κοινῶς

8καὶ εἶπαν μεθ᾽ ἑαυτῶν αμην αμην

8καὶ εἶπεν μετ᾽ αὐτοῦ αμην

9καὶ ἐκοιμήθησαν τὴν νύκτα

9καὶ ἐκοιμήθησαν ἀμφότεροι τὴν νύκτα

10καὶ ἀναστὰς Ραγουηλ ἐκάλεσεν τοὺς οἰκέτας μεθ᾽ ἑαυτοῦ καὶ ᾤχοντο καὶ ὤρυξαν τάφον εἶπεν γάρ μήποτε ἀποθάνῃ καὶ γενώμεθα κατάγελως καὶ ὀνειδισμός

10καὶ ἀναστὰς Ραγουηλ ἐπορεύθη καὶ ὤρυξεν τάφον λέγων μὴ καὶ οὗτος ἀποθάνῃ

11καὶ ἦλθεν Ραγουηλ εἰς τὴν οἰκίαν ἑαυτοῦ

11καὶ ὅτε συνετέλεσαν ὀρύσσοντες τὸν τάφον ἦλθεν Ραγουηλ εἰς τὸν οἶκον καὶ ἐκάλεσεν τὴν γυναῖκα αὐτοῦ

12καὶ εἶπεν Εδνα τῇ γυναικὶ αὐτοῦ ἀπόστειλον μίαν τῶν παιδισκῶν καὶ ἰδέτωσαν εἰ ζῇ εἰ δὲ μή ἵνα θάψωμεν αὐτὸν καὶ μηδεὶς γνῷ

12καὶ εἶπεν ἀπόστειλον μίαν τῶν παιδισκῶν καὶ εἰσελθοῦσα ἰδέτω εἰ ζῇ καὶ εἰ τέθνηκεν ὅπως ἂν θάψωμεν αὐτόν ὅπως μηδεὶς γνῷ

13καὶ εἰσῆλθεν ἡ παιδίσκη ἀνοίξασα τὴν θύραν καὶ εὗρεν τοὺς δύο καθεύδοντας

13καὶ ἀπέστειλαν τὴν παιδίσκην καὶ ἧψαν τὸν λύχνον καὶ ἤνοιξαν τὴν θύραν καὶ εἰσῆλθεν καὶ εὗρεν αὐτοὺς καθεύδοντας καὶ ὑπνοῦντας κοινῶς

14καὶ ἐξελθοῦσα ἀπήγγειλεν αὐτοῖς ὅτι ζῇ

14καὶ ἐξελθοῦσα ἡ παιδίσκη ὑπέδειξεν αὐτοῖς ὅτι ζῇ καὶ οὐδὲν κακόν ἐστιν

15καὶ εὐλόγησαν τὸν θεὸν τοῦ οὐρανοῦ καὶ εἶπαν εὐλογητὸς εἶ θεέ ἐν πάσῃ εὐλογίᾳ καθαρᾷ εὐλογείτωσάν σε εἰς πάντας τοὺς αἰῶνας

15καὶ εὐλόγησεν Ραγουηλ τὸν θεὸν λέγων εὐλογητὸς εἶ σύ ὁ θεός ἐν πάσῃ εὐλογίᾳ καθαρᾷ καὶ ἁγίᾳ καὶ εὐλογείτωσάν σε οἱ ἅγιοί σου καὶ πᾶσαι αἱ κτίσεις σου καὶ πάντες οἱ ἄγγελοί σου καὶ οἱ ἐκλεκτοί σου εὐλογείτωσάν σε εἰς πάντας τοὺς αἰῶνας

16εὐλογητὸς εἶ ὅτι ηὔφρανάς με καὶ οὐκ ἐγένετό μοι καθὼς ὑπενόουν ἀλλὰ κατὰ τὸ πολὺ ἔλεός σου ἐποίησας μεθ᾽ ἡμῶν

16καὶ εὐλογητὸς εἶ ὅτι εὔφρανάς με καὶ οὐκ ἐγένετο καθὼς ὑπενόουν ἀλλὰ κατὰ τὸ πολὺ ἔλεός σου ἐποίησας μεθ᾽ ἡμῶν

17εὐλογητὸς εἶ ὅτι ἠλέησας δύο μονογενεῖς ποίησον αὐτοῖς δέσποτα ἔλεος συντέλεσον τὴν ζωὴν αὐτῶν ἐν ὑγιείᾳ μετὰ εὐφροσύνης καὶ ἐλέους

17καὶ εὐλογητὸς εἶ ὅτι ἠλέησας δύο μονογενεῖς ποίησον αὐτοῖς δέσποτα ἔλεος καὶ σωτηρίαν καὶ συντέλεσον τὴν ζωὴν αὐτῶν μετ᾽ εὐφροσύνης καὶ ἐλέου

18τότε εἶπεν τοῖς οἰκέταις αὐτοῦ χῶσαι τὸν τάφον πρὸ τοῦ ὄρθρον γενέσθαι

18ἐκέλευσεν δὲ τοῖς οἰκέταις χῶσαι τὸν τάφον

19καὶ τῇ γυναικὶ εἶπεν ποιῆσαι ἄρτους πολλούς καὶ εἰς τὸ βουκόλιον βαδίσας ἤγαγεν βόας δύο καὶ κριοὺς τέσσαρας καὶ εἶπεν συντελεῖν αὐτούς καὶ ἤρξαντο παρασκευάζειν

19καὶ ἐποίησεν αὐτοῖς γάμον ἡμερῶν δέκα τεσσάρων

20καὶ εἶπεν αὐτῷ Ραγουηλ πρὶν ἢ συντελεσθῆναι τὰς ἡμέρας τοῦ γάμου ἐνόρκως μὴ ἐξελθεῖν αὐτόν ἐὰν μὴ πληρωθῶσιν αἱ δέκα τέσσαρες ἡμέραι τοῦ γάμου

20καὶ ἐκάλεσεν Τωβιαν καὶ εἶπεν αὐτῷ δέκα τεσσάρων ἡμερῶν οὐ μὴ κινηθῇς ἐντεῦθεν ἀλλ᾽ αὐτοῦ μενεῖς ἔσθων καὶ πίνων παρ᾽ ἐμοὶ καὶ εὐφρανεῖς τὴν ψυχὴν τῆς θυγατρός μου τὴν κατωδυνωμένην

21καὶ τότε λαβόντα τὸ ἥμισυ τῶν ὑπαρχόντων αὐτοῦ πορεύεσθαι μετὰ ὑγιείας πρὸς τὸν πατέρα καὶ τὰ λοιπά ὅταν ἀποθάνω καὶ ἡ γυνή μου

21καὶ ὅσα μοι ὑπάρχει λάμβανε αὐτόθεν τὸ ἥμισυ καὶ ὕπαγε ὑγιαίνων πρὸς τὸν πατέρα σου καὶ τὸ ἄλλο ἥμισυ ὅταν ἀποθάνω ἐγώ τε καὶ ἡ γυνή μου ὑμέτερόν ἐστιν θάρσει παιδίον ἐγώ σου ὁ πατὴρ καὶ Εδνα ἡ μήτηρ σου καὶ παρὰ σοῦ ἐσμεν ἡμεῖς καὶ τῆς ἀδελφῆς σου ἀπὸ τοῦ νῦν εἰς τὸν αἰῶνα θάρσει παιδίον