1 Maccabees — Ch. 2
Version
Font
Layout

1 MaccabeesChapter 2

1ἐν ταῖς ἡμέραις ἐκείναις ἀνέστη Ματταθιας υἱὸς Ιωαννου τοῦ Συμεων ἱερεὺς τῶν υἱῶν Ιωαριβ ἀπὸ Ιερουσαλημ καὶ ἐκάθισεν ἐν Μωδεϊν

2καὶ αὐτῷ υἱοὶ πέντε Ιωαννης ὁ ἐπικαλούμενος Γαδδι

3Σιμων ὁ καλούμενος Θασσι

4Ιουδας ὁ καλούμενος Μακκαβαῖος

5Ελεαζαρ ὁ καλούμενος Αυαραν Ιωναθης ὁ καλούμενος Απφους

6καὶ εἶδεν τὰς βλασφημίας τὰς γινομένας ἐν Ιουδα καὶ ἐν Ιερουσαλημ

7καὶ εἶπεν οἴμμοι ἵνα τί τοῦτο ἐγεννήθην ἰδεῖν τὸ σύντριμμα τοῦ λαοῦ μου καὶ τὸ σύντριμμα τῆς ἁγίας πόλεως καὶ καθίσαι ἐκεῖ ἐν τῷ δοθῆναι αὐτὴν ἐν χειρὶ ἐχθρῶν τὸ ἁγίασμα ἐν χειρὶ ἀλλοτρίων

8ἐγένετο ὁ ναὸς αὐτῆς ὡς ἀνὴρ ἄδοξος

9τὰ σκεύη τῆς δόξης αὐτῆς αἰχμάλωτα ἀπήχθη ἀπεκτάνθη τὰ νήπια αὐτῆς ἐν ταῖς πλατείαις αὐτῆς οἱ νεανίσκοι αὐτῆς ἐν ῥομφαίᾳ ἐχθροῦ

10ποῖον ἔθνος οὐκ ἐκληρονόμησεν βασίλεια καὶ οὐκ ἐκράτησεν τῶν σκύλων αὐτῆς

11πᾶς ὁ κόσμος αὐτῆς ἀφῃρέθη ἀντὶ ἐλευθέρας ἐγένετο εἰς δούλην

12καὶ ἰδοὺ τὰ ἅγια ἡμῶν καὶ ἡ καλλονὴ ἡμῶν καὶ ἡ δόξα ἡμῶν ἠρημώθη καὶ ἐβεβήλωσαν αὐτὰ τὰ ἔθνη

13ἵνα τί ἡμῖν ἔτι ζωή

14καὶ διέρρηξεν Ματταθιας καὶ οἱ υἱοὶ αὐτοῦ τὰ ἱμάτια αὐτῶν καὶ περιεβάλοντο σάκκους καὶ ἐπένθησαν σφόδρα

15καὶ ἦλθον οἱ παρὰ τοῦ βασιλέως οἱ καταναγκάζοντες τὴν ἀποστασίαν εἰς Μωδεϊν τὴν πόλιν ἵνα θυσιάσωσιν

16καὶ πολλοὶ ἀπὸ Ισραηλ πρὸς αὐτοὺς προσῆλθον καὶ Ματταθιας καὶ οἱ υἱοὶ αὐτοῦ συνήχθησαν

17καὶ ἀπεκρίθησαν οἱ παρὰ τοῦ βασιλέως καὶ εἶπον τῷ Ματταθια λέγοντες ἄρχων καὶ ἔνδοξος καὶ μέγας εἶ ἐν τῇ πόλει ταύτῃ καὶ ἐστηρισμένος υἱοῖς καὶ ἀδελφοῖς

18νῦν πρόσελθε πρῶτος καὶ ποίησον τὸ πρόσταγμα τοῦ βασιλέως ὡς ἐποίησαν πάντα τὰ ἔθνη καὶ οἱ ἄνδρες Ιουδα καὶ οἱ καταλειφθέντες ἐν Ιερουσαλημ καὶ ἔσῃ σὺ καὶ οἱ υἱοί σου τῶν φίλων τοῦ βασιλέως καὶ σὺ καὶ οἱ υἱοί σου δοξασθήσεσθε ἀργυρίῳ καὶ χρυσίῳ καὶ ἀποστολαῖς πολλαῖς

19καὶ ἀπεκρίθη Ματταθιας καὶ εἶπεν φωνῇ μεγάλῃ εἰ πάντα τὰ ἔθνη τὰ ἐν οἴκῳ τῆς βασιλείας τοῦ βασιλέως ἀκούουσιν αὐτοῦ ἀποστῆναι ἕκαστος ἀπὸ λατρείας πατέρων αὐτοῦ καὶ ᾑρετίσαντο ἐν ταῖς ἐντολαῖς αὐτοῦ

20κἀγὼ καὶ οἱ υἱοί μου καὶ οἱ ἀδελφοί μου πορευσόμεθα ἐν διαθήκῃ πατέρων ἡμῶν

21ἵλεως ἡμῖν καταλιπεῖν νόμον καὶ δικαιώματα

22τῶν λόγων τοῦ βασιλέως οὐκ ἀκουσόμεθα παρελθεῖν τὴν λατρείαν ἡμῶν δεξιὰν ἢ ἀριστεράν

23καὶ ὡς ἐπαύσατο λαλῶν τοὺς λόγους τούτους προσῆλθεν ἀνὴρ Ιουδαῖος ἐν ὀφθαλμοῖς πάντων θυσιάσαι ἐπὶ τοῦ βωμοῦ ἐν Μωδεϊν κατὰ τὸ πρόσταγμα τοῦ βασιλέως

24καὶ εἶδεν Ματταθιας καὶ ἐζήλωσεν καὶ ἐτρόμησαν οἱ νεφροὶ αὐτοῦ καὶ ἀνήνεγκεν θυμὸν κατὰ τὸ κρίμα καὶ δραμὼν ἔσφαξεν αὐτὸν ἐπὶ τὸν βωμόν

25καὶ τὸν ἄνδρα τοῦ βασιλέως τὸν ἀναγκάζοντα θύειν ἀπέκτεινεν ἐν τῷ καιρῷ ἐκείνῳ καὶ τὸν βωμὸν καθεῖλεν

26καὶ ἐζήλωσεν τῷ νόμῳ καθὼς ἐποίησεν Φινεες τῷ Ζαμβρι υἱῷ Σαλωμ

27καὶ ἀνέκραξεν Ματταθιας ἐν τῇ πόλει φωνῇ μεγάλῃ λέγων πᾶς ὁ ζηλῶν τῷ νόμῳ καὶ ἱστῶν διαθήκην ἐξελθέτω ὀπίσω μου

28καὶ ἔφυγεν αὐτὸς καὶ οἱ υἱοὶ αὐτοῦ εἰς τὰ ὄρη καὶ ἐγκατέλιπον ὅσα εἶχον ἐν τῇ πόλει

29τότε κατέβησαν πολλοὶ ζητοῦντες δικαιοσύνην καὶ κρίμα εἰς τὴν ἔρημον καθίσαι ἐκεῖ

30αὐτοὶ καὶ οἱ υἱοὶ αὐτῶν καὶ αἱ γυναῖκες αὐτῶν καὶ τὰ κτήνη αὐτῶν ὅτι ἐσκληρύνθη ἐπ᾽ αὐτοὺς τὰ κακά

31καὶ ἀνηγγέλη τοῖς ἀνδράσιν τοῦ βασιλέως καὶ ταῖς δυνάμεσιν αἳ ἦσαν ἐν Ιερουσαλημ πόλει Δαυιδ ὅτι κατέβησαν ἄνδρες οἵτινες διεσκέδασαν τὴν ἐντολὴν τοῦ βασιλέως εἰς τοὺς κρύφους ἐν τῇ ἐρήμῳ

32καὶ ἔδραμον ὀπίσω αὐτῶν πολλοὶ καὶ κατελάβοντο αὐτοὺς καὶ παρενέβαλον ἐπ᾽ αὐτοὺς καὶ συνεστήσαντο πρὸς αὐτοὺς πόλεμον ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων

33καὶ εἶπον πρὸς αὐτούς ἕως τοῦ νῦν ἐξελθόντες ποιήσατε κατὰ τὸν λόγον τοῦ βασιλέως καὶ ζήσεσθε

34καὶ εἶπον οὐκ ἐξελευσόμεθα οὐδὲ ποιήσομεν τὸν λόγον τοῦ βασιλέως βεβηλῶσαι τὴν ἡμέραν τῶν σαββάτων

35καὶ ἐτάχυναν ἐπ᾽ αὐτοὺς πόλεμον

36καὶ οὐκ ἀπεκρίθησαν αὐτοῖς οὐδὲ λίθον ἐνετίναξαν αὐτοῖς οὐδὲ ἐνέφραξαν τοὺς κρύφους

37λέγοντες ἀποθάνωμεν πάντες ἐν τῇ ἁπλότητι ἡμῶν μαρτυρεῖ ἐφ᾽ ἡμᾶς ὁ οὐρανὸς καὶ ἡ γῆ ὅτι ἀκρίτως ἀπόλλυτε ἡμᾶς

38καὶ ἀνέστησαν ἐπ᾽ αὐτοὺς ἐν πολέμῳ τοῖς σάββασιν καὶ ἀπέθανον αὐτοὶ καὶ αἱ γυναῖκες αὐτῶν καὶ τὰ τέκνα αὐτῶν καὶ τὰ κτήνη αὐτῶν ἕως χιλίων ψυχῶν ἀνθρώπων

39καὶ ἔγνω Ματταθιας καὶ οἱ φίλοι αὐτοῦ καὶ ἐπένθησαν ἐπ᾽ αὐτοὺς σφόδρα

40καὶ εἶπεν ἀνὴρ τῷ πλησίον αὐτοῦ ἐὰν πάντες ποιήσωμεν ὡς οἱ ἀδελφοὶ ἡμῶν ἐποίησαν καὶ μὴ πολεμήσωμεν πρὸς τὰ ἔθνη ὑπὲρ τῆς ψυχῆς ἡμῶν καὶ τῶν δικαιωμάτων ἡμῶν νῦν τάχιον ὀλεθρεύσουσιν ἡμᾶς ἀπὸ τῆς γῆς

41καὶ ἐβουλεύσαντο τῇ ἡμέρᾳ ἐκείνῃ λέγοντες πᾶς ἄνθρωπος ὃς ἐὰν ἔλθῃ ἐφ᾽ ἡμᾶς εἰς πόλεμον τῇ ἡμέρᾳ τῶν σαββάτων πολεμήσωμεν κατέναντι αὐτοῦ καὶ οὐ μὴ ἀποθάνωμεν πάντες καθὼς ἀπέθανον οἱ ἀδελφοὶ ἡμῶν ἐν τοῖς κρύφοις

42τότε συνήχθησαν πρὸς αὐτοὺς συναγωγὴ Ασιδαίων ἰσχυροὶ δυνάμει ἀπὸ Ισραηλ πᾶς ὁ ἑκουσιαζόμενος τῷ νόμῳ

43καὶ πάντες οἱ φυγαδεύοντες ἀπὸ τῶν κακῶν προσετέθησαν αὐτοῖς καὶ ἐγένοντο αὐτοῖς εἰς στήριγμα

44καὶ συνεστήσαντο δύναμιν καὶ ἐπάταξαν ἁμαρτωλοὺς ἐν ὀργῇ αὐτῶν καὶ ἄνδρας ἀνόμους ἐν θυμῷ αὐτῶν καὶ οἱ λοιποὶ ἔφυγον εἰς τὰ ἔθνη σωθῆναι

45καὶ ἐκύκλωσεν Ματταθιας καὶ οἱ φίλοι αὐτοῦ καὶ καθεῖλον τοὺς βωμοὺς

46καὶ περιέτεμον τὰ παιδάρια τὰ ἀπερίτμητα ὅσα εὗρον ἐν ὁρίοις Ισραηλ ἐν ἰσχύι

47καὶ ἐδίωξαν τοὺς υἱοὺς τῆς ὑπερηφανίας καὶ κατευοδώθη τὸ ἔργον ἐν χειρὶ αὐτῶν

48καὶ ἀντελάβοντο τοῦ νόμου ἐκ χειρὸς τῶν ἐθνῶν καὶ τῶν βασιλέων καὶ οὐκ ἔδωκαν κέρας τῷ ἁμαρτωλῷ

49καὶ ἤγγισαν αἱ ἡμέραι Ματταθιου ἀποθανεῖν καὶ εἶπεν τοῖς υἱοῖς αὐτοῦ νῦν ἐστηρίσθη ὑπερηφανία καὶ ἐλεγμὸς καὶ καιρὸς καταστροφῆς καὶ ὀργὴ θυμοῦ

50νῦν τέκνα ζηλώσατε τῷ νόμῳ καὶ δότε τὰς ψυχὰς ὑμῶν ὑπὲρ διαθήκης πατέρων ἡμῶν

51καὶ μνήσθητε τὰ ἔργα τῶν πατέρων ἃ ἐποίησαν ἐν ταῖς γενεαῖς αὐτῶν καὶ δέξασθε δόξαν μεγάλην καὶ ὄνομα αἰώνιον

52Αβρααμ οὐχὶ ἐν πειρασμῷ εὑρέθη πιστός καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην

53Ιωσηφ ἐν καιρῷ στενοχωρίας αὐτοῦ ἐφύλαξεν ἐντολὴν καὶ ἐγένετο κύριος Αἰγύπτου

54Φινεες ὁ πατὴρ ἡμῶν ἐν τῷ ζηλῶσαι ζῆλον ἔλαβεν διαθήκην ἱερωσύνης αἰωνίας

55Ἰησοῦς ἐν τῷ πληρῶσαι λόγον ἐγένετο κριτὴς ἐν Ισραηλ

56Χαλεβ ἐν τῷ μαρτύρασθαι ἐν τῇ ἐκκλησίᾳ ἔλαβεν γῆς κληρονομίαν

57Δαυιδ ἐν τῷ ἐλέει αὐτοῦ ἐκληρονόμησεν θρόνον βασιλείας εἰς αἰῶνας

58Ηλιας ἐν τῷ ζηλῶσαι ζῆλον νόμου ἀνελήμφθη εἰς τὸν οὐρανόν

59Ανανιας Αζαριας Μισαηλ πιστεύσαντες ἐσώθησαν ἐκ φλογός

60Δανιηλ ἐν τῇ ἁπλότητι αὐτοῦ ἐρρύσθη ἐκ στόματος λεόντων

61καὶ οὕτως ἐννοήθητε κατὰ γενεὰν καὶ γενεάν ὅτι πάντες οἱ ἐλπίζοντες ἐπ᾽ αὐτὸν οὐκ ἀσθενήσουσιν

62καὶ ἀπὸ λόγων ἀνδρὸς ἁμαρτωλοῦ μὴ φοβηθῆτε ὅτι ἡ δόξα αὐτοῦ εἰς κόπρια καὶ εἰς σκώληκας

63σήμερον ἐπαρθήσεται καὶ αὔριον οὐ μὴ εὑρεθῇ ὅτι ἐπέστρεψεν εἰς τὸν χοῦν αὐτοῦ καὶ ὁ διαλογισμὸς αὐτοῦ ἀπολεῖται

64τέκνα ἀνδρίζεσθε καὶ ἰσχύσατε ἐν τῷ νόμῳ ὅτι ἐν αὐτῷ δοξασθήσεσθε

65καὶ ἰδοὺ Συμεων ὁ ἀδελφὸς ὑμῶν οἶδα ὅτι ἀνὴρ βουλῆς ἐστιν αὐτοῦ ἀκούετε πάσας τὰς ἡμέρας αὐτὸς ἔσται ὑμῶν πατήρ

66καὶ Ιουδας Μακκαβαῖος ἰσχυρὸς δυνάμει ἐκ νεότητος αὐτοῦ αὐτὸς ἔσται ὑμῖν ἄρχων στρατιᾶς καὶ πολεμήσει πόλεμον λαῶν

67καὶ ὑμεῖς προσάξετε πρὸς ὑμᾶς πάντας τοὺς ποιητὰς τοῦ νόμου καὶ ἐκδικήσατε ἐκδίκησιν τοῦ λαοῦ ὑμῶν

68ἀνταπόδοτε ἀνταπόδομα τοῖς ἔθνεσιν καὶ προσέχετε εἰς πρόσταγμα τοῦ νόμου

69καὶ εὐλόγησεν αὐτούς καὶ προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ

70καὶ ἀπέθανεν ἐν τῷ ἕκτῳ καὶ τεσσαρακοστῷ καὶ ἑκατοστῷ ἔτει καὶ ἐτάφη ἐν τάφοις πατέρων αὐτοῦ ἐν Μωδεϊν καὶ ἐκόψαντο αὐτὸν πᾶς Ισραηλ κοπετὸν μέγαν