4 Maccabees — Ch. 14
Version
Font
Layout

4 MaccabeesChapter 14

1προσέτι καὶ ἐπὶ τὸν αἰκισμὸν ἐποτρύνοντες ὡς μὴ μόνον τῶν ἀλγηδόνων περιφρονῆσαι αὐτούς ἀλλὰ καὶ τῶν τῆς φιλαδελφίας παθῶν κρατῆσαι

2ὦ βασιλέων λογισμοὶ βασιλικώτεροι καὶ ἐλευθέρων ἐλευθερώτεροι

3ὦ ἱερᾶς καὶ εὐαρμόστου περὶ τῆς εὐσεβείας τῶν ἑπτὰ ἀδελφῶν συμφωνίας

4οὐδεῖς ἐκ τῶν ἑπτὰ μειρακίων ἐδειλίασεν οὐδὲ πρὸς τὸν θάνατον ὤκνησεν

5ἀλλὰ πάντες ὥσπερ ἐπ᾽ ἀθανασίας ὁδὸν τρέχοντες ἐπὶ τὸν διὰ τῶν βασάνων θάνατον ἔσπευδον

6καθάπερ αἱ χεῖρες καὶ οἱ πόδες συμφώνως τοῖς τῆς ψυχῆς ἀφηγήμασιν κινοῦνται οὕτως οἱ ἱεροὶ μείρακες ἐκεῖνοι ὡς ὑπὸ ψυχῆς ἀθανάτου τῆς εὐσεβείας πρὸς τὸν ὑπὲρ αὐτῆς συνεφώνησαν θάνατον

7ὦ πανάγιε συμφώνων ἀδελφῶν ἑβδομάς καθάπερ γὰρ ἑπτὰ τῆς κοσμοποιίας ἡμέραι περὶ τὴν εὐσέβειαν

8οὕτως περὶ τὴν ἑβδομάδα χορεύοντες οἱ μείρακες ἐκύκλουν τὸν τῶν βασάνων φόβον καταλύοντες

9νῦν ἡμεῖς ἀκούοντες τὴν θλῖψιν τῶν νεανιῶν ἐκείνων φρίττομεν οἱ δὲ οὐ μόνον ὁρῶντες ἀλλ᾽ οὐδὲ μόνον ἀκούοντες τὸν παραχρῆμα ἀπειλῆς λόγον ἀλλὰ καὶ πάσχοντες ἐνεκαρτέρουν καὶ τοῦτο ταῖς διὰ πυρὸς ὀδύναις

10ὧν τί γένοιτο ἐπαλγέστερον ὀξεῖα γὰρ καὶ σύντομος οὖσα ἡ τοῦ πυρὸς δύναμις ταχέως διέλυεν τὰ σώματα

11καὶ μὴ θαυμαστὸν ἡγεῖσθε εἰ ὁ λογισμὸς περιεκράτησε τῶν ἀνδρῶν ἐκείνων ἐν ταῖς βασάνοις ὅπου γε καὶ γυναικὸς νοῦς πολυτροπωτέρων ὑπερεφρόνησεν ἀλγηδόνων

12ἡ μήτηρ γὰρ τῶν ἑπτὰ νεανίσκων ὑπήνεγκεν τὰς ἐφ᾽ ἑνὶ ἑκάστῳ τῶν τέκνων στρέβλας

13θεωρεῖτε δὲ πῶς πολύπλοκός ἐστιν ἡ τῆς φιλοτεκνίας στοργὴ ἕλκουσα πάντα πρὸς τὴν τῶν σπλάγχνων συμπάθειαν

14ὅπου γε καὶ τὰ ἄλογα ζῷα ὁμοίαν τὴν εἰς τὰ ἐξ αὐτῶν γεννώμενα συμπάθειαν καὶ στοργὴν ἔχει τοῖς ἀνθρώποις

15καὶ γὰρ τῶν πετεινῶν τὰ μὲν ἥμερα κατὰ τὰς οἰκίας ὀροφοιτοῦντα προασπίζει τῶν νεοττῶν

16τὰ δὲ κατὰ κορυφὰς ὀρέων καὶ φαράγγων ἀπορρῶγας καὶ δένδρων ὀπὰς καὶ τὰς τούτων ἄκρας ἐννοσσοποιησάμενα ἀποτίκτει καὶ τὸν προσιόντα κωλύει

17εἰ δὲ καὶ μὴ δύναιντο κωλύειν περιιπτάμενα κυκλόθεν αὐτῶν ἀλγοῦντα τῇ στοργῇ ἀνακαλούμενα τῇ ἰδίᾳ φωνῇ καθ᾽ ὃ δύναται βοηθεῖ τοῖς τέκνοις

18καὶ τί δεῖ τὴν διὰ τῶν ἀλόγων ζῴων ἐπιδεικνύναι πρὸς τὰ τέκνα συμπάθειαν

19ὅπου γε καὶ μέλισσαι περὶ τὸν τῆς κηρογονίας καιρὸν ἐπαμύνονται τοὺς προσιόντας καὶ καθάπερ σιδήρῳ τῷ κέντρῳ πλήσσουσι τοὺς προσιόντας τῇ νοσσιᾷ αὐτῶν καὶ ἀπαμύνουσιν ἕως θανάτου

20ἀλλ᾽ οὐχὶ τὴν Αβρααμ ὁμόψυχον τῶν νεανίσκων μητέρα μετεκίνησεν συμπάθεια τέκνων