2 Esdras — Ch. 2
Version
Font
Layout

2 EsdrasChapter 2

1καὶ οὗτοι οἱ υἱοὶ τῆς χώρας οἱ ἀναβαίνοντες ἀπὸ τῆς αἰχμαλωσίας τῆς ἀποικίας ἧς ἀπῴκισεν Ναβουχοδονοσορ βασιλεὺς Βαβυλῶνος εἰς Βαβυλῶνα καὶ ἐπέστρεψαν εἰς Ιερουσαλημ καὶ Ιουδα ἀνὴρ εἰς πόλιν αὐτοῦ

2οἳ ἦλθον μετὰ Ζοροβαβελ Ἰησοῦς Νεεμιας Σαραιας Ρεελιας Μαρδοχαιος Βαλασαν Μασφαρ Βαγουι Ρεουμ Βαανα ἀνδρῶν ἀριθμὸς λαοῦ Ισραηλ

3υἱοὶ Φορος δισχίλιοι ἑκατὸν ἑβδομήκοντα δύο

4υἱοὶ Σαφατια τριακόσιοι ἑβδομήκοντα δύο

5υἱοὶ Ηρα ἑπτακόσιοι ἑβδομήκοντα πέντε

6υἱοὶ Φααθμωαβ τοῖς υἱοῖς Ιησουε Ιωαβ δισχίλιοι ὀκτακόσιοι δέκα δύο

7υἱοὶ Αιλαμ χίλιοι διακόσιοι πεντήκοντα τέσσαρες

8υἱοὶ Ζαθουα ἐννακόσιοι τεσσαράκοντα πέντε

9υἱοὶ Ζακχου ἑπτακόσιοι ἑξήκοντα

10υἱοὶ Βανουι ἑξακόσιοι τεσσαράκοντα δύο

11υἱοὶ Βαβι ἑξακόσιοι εἴκοσι τρεῖς

12υἱοὶ Ασγαδ τρισχίλιοι διακόσιοι εἴκοσι δύο

13υἱοὶ Αδωνικαμ ἑξακόσιοι ἑξήκοντα ἕξ

14υἱοὶ Βαγοι δισχίλιοι πεντήκοντα ἕξ

15υἱοὶ Αδιν τετρακόσιοι πεντήκοντα τέσσαρες

16υἱοὶ Ατηρ τῷ Εζεκια ἐνενήκοντα ὀκτώ

17υἱοὶ Βασου τριακόσιοι εἴκοσι τρεῖς

18υἱοὶ Ιωρα ἑκατὸν δέκα δύο

19υἱοὶ Ασεμ διακόσιοι εἴκοσι τρεῖς

20υἱοὶ Γαβερ ἐνενήκοντα πέντε

21υἱοὶ Βαιθλεεμ ἑκατὸν εἴκοσι τρεῖς

22υἱοὶ Νετωφα πεντήκοντα ἕξ

23υἱοὶ Αναθωθ ἑκατὸν εἴκοσι ὀκτώ

24υἱοὶ Ασμωθ τεσσαράκοντα δύο

25υἱοὶ Καριαθιαριμ Καφιρα καὶ Βηρωθ ἑπτακόσιοι τεσσαράκοντα τρεῖς

26υἱοὶ Αραμα καὶ Γαβαα ἑξακόσιοι εἴκοσι εἷς

27ἄνδρες Μαχμας ἑκατὸν εἴκοσι δύο

28ἄνδρες Βαιθηλ καὶ Αια τετρακόσιοι εἴκοσι τρεῖς

29υἱοὶ Ναβου πεντήκοντα δύο

30υἱοὶ Μαγεβως ἑκατὸν πεντήκοντα ἕξ

31υἱοὶ Ηλαμ-αρ χίλιοι διακόσιοι πεντήκοντα τέσσαρες

32υἱοὶ Ηραμ τριακόσιοι εἴκοσι

33υἱοὶ Λοδ Αρωθ καὶ Ωνω ἑπτακόσιοι εἴκοσι πέντε

34υἱοὶ Ιεριχω τριακόσιοι τεσσαράκοντα πέντε

35υἱοὶ Σαναα τρισχίλιοι ἑξακόσιοι τριάκοντα

36καὶ οἱ ἱερεῖς υἱοὶ Ιεδουα τῷ οἴκῳ Ἰησοῦ ἐννακόσιοι ἑβδομήκοντα τρεῖς

37υἱοὶ Εμμηρ χίλιοι πεντήκοντα δύο

38υἱοὶ Φασσουρ χίλιοι διακόσιοι τεσσαράκοντα ἑπτά

39υἱοὶ Ηρεμ χίλιοι ἑπτά

40καὶ οἱ Λευῖται υἱοὶ Ἰησοῦ καὶ Καδμιηλ τοῖς υἱοῖς Ωδουια ἑβδομήκοντα τέσσαρες

41οἱ ᾄδοντες υἱοὶ Ασαφ ἑκατὸν εἴκοσι ὀκτώ

42υἱοὶ τῶν πυλωρῶν υἱοὶ Σαλουμ υἱοὶ Ατηρ υἱοὶ Τελμων υἱοὶ Ακουβ υἱοὶ Ατιτα υἱοὶ Σαβαου οἱ πάντες ἑκατὸν τριάκοντα ἐννέα

43οἱ ναθιναῖοι υἱοὶ Σουια υἱοὶ Ασουφε υἱοὶ Ταβαωθ

44υἱοὶ Κηραος υἱοὶ Σωηα υἱοὶ Φαδων

45υἱοὶ Λαβανω υἱοὶ Αγαβα υἱοὶ Ακαβωθ

46υἱοὶ Αγαβ υἱοὶ Σαμαλαι υἱοὶ Αναν

47υἱοὶ Κεδελ υἱοὶ Γαερ υἱοὶ Ρεηα

48υἱοὶ Ρασων υἱοὶ Νεκωδα υἱοὶ Γαζεμ

49υἱοὶ Ουσα υἱοὶ Φαση υἱοὶ Βασι

50υἱοὶ Ασενα υἱοὶ Μαωνιμ υἱοὶ Ναφισων

51υἱοὶ Βακβουκ υἱοὶ Ακιφα υἱοὶ Αρουρ

52υἱοὶ Βασαλωθ υἱοὶ Μαουδα υἱοὶ Αρησα

53υἱοὶ Βαρκους υἱοὶ Σισαρα υἱοὶ Θεμα

54υἱοὶ Νασουε υἱοὶ Ατουφα

55υἱοὶ Αβδησελμα υἱοὶ Σατι υἱοὶ Ασεφηραθ υἱοὶ Φαδουρα

56υἱοὶ Ιεηλα υἱοὶ Δαρκων υἱοὶ Γεδηλ

57υἱοὶ Σαφατια υἱοὶ Ατιλ υἱοὶ Φαχεραθ-ασεβωιν υἱοὶ Ημι

58πάντες οἱ ναθινιν καὶ υἱοὶ Αβδησελμα τριακόσιοι ἐνενήκοντα δύο

59καὶ οὗτοι οἱ ἀναβάντες ἀπὸ Θελμελεθ Θελαρησα Χαρουβ Ηδαν Εμμηρ καὶ οὐκ ἠδυνάσθησαν τοῦ ἀναγγεῖλαι οἶκον πατριᾶς αὐτῶν καὶ σπέρμα αὐτῶν εἰ ἐξ Ισραηλ εἰσίν

60υἱοὶ Δαλαια υἱοὶ Βουα υἱοὶ Τωβια υἱοὶ Νεκωδα ἑξακόσιοι πεντήκοντα δύο

61καὶ ἀπὸ τῶν υἱῶν τῶν ἱερέων υἱοὶ Χαβια υἱοὶ Ακους υἱοὶ Βερζελλαι ὃς ἔλαβεν ἀπὸ θυγατέρων Βερζελλαι τοῦ Γαλααδίτου γυναῖκα καὶ ἐκλήθη ἐπὶ τῷ ὀνόματι αὐτῶν

62οὗτοι ἐζήτησαν γραφὴν αὐτῶν οἱ μεθωεσιμ καὶ οὐχ εὑρέθησαν καὶ ἠγχιστεύθησαν ἀπὸ τῆς ἱερατείας

63καὶ εἶπεν Αθερσαθα αὐτοῖς τοῦ μὴ φαγεῖν ἀπὸ τοῦ ἁγίου τῶν ἁγίων ἕως ἀναστῇ ἱερεὺς τοῖς φωτίζουσιν καὶ τοῖς τελείοις

64πᾶσα δὲ ἡ ἐκκλησία ὡς εἷς τέσσαρες μυριάδες δισχίλιοι τριακόσιοι ἑξήκοντα

65χωρὶς δούλων αὐτῶν καὶ παιδισκῶν αὐτῶν οὗτοι ἑπτακισχίλιοι τριακόσιοι τριάκοντα ἑπτά καὶ οὗτοι ᾄδοντες καὶ ᾄδουσαι διακόσιοι

66ἵπποι αὐτῶν ἑπτακόσιοι τριάκοντα ἕξ ἡμίονοι αὐτῶν διακόσιοι τεσσαράκοντα πέντε

67κάμηλοι αὐτῶν τετρακόσιοι τριάκοντα πέντε ὄνοι αὐτῶν ἑξακισχίλιοι ἑπτακόσιοι εἴκοσι

68καὶ ἀπὸ ἀρχόντων πατριῶν ἐν τῷ ἐλθεῖν αὐτοὺς εἰς οἶκον κυρίου τὸν ἐν Ιερουσαλημ ἡκουσιάσαντο εἰς οἶκον τοῦ θεοῦ τοῦ στῆσαι αὐτὸν ἐπὶ τὴν ἑτοιμασίαν αὐτοῦ

69ὡς ἡ δύναμις αὐτῶν ἔδωκαν εἰς θησαυρὸν τοῦ ἔργου χρυσίον καθαρόν μναῖ ἓξ μυριάδες καὶ χίλιαι καὶ ἀργύριον μναῖ πεντακισχίλιαι καὶ κοθωνοι τῶν ἱερέων ἑκατόν

70καὶ ἐκάθισαν οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ οἱ ἀπὸ τοῦ λαοῦ καὶ οἱ ᾄδοντες καὶ οἱ πυλωροὶ καὶ οἱ ναθινιμ ἐν πόλεσιν αὐτῶν καὶ πᾶς Ισραηλ ἐν πόλεσιν αὐτῶν