Odes — Ch. 14
Version
Font
Layout

OdesChapter 14

ὕμνος ἑωθινός

1δόξα ἐν ὑψίστοις θεῷ

2καὶ ἐπὶ γῆς εἰρήνη

3ἐν ἀνθρώποις εὐδοκία

4αἰνοῦμέν σε

5εὐλογοῦμέν σε

6προσκυνοῦμέν σε

7δοξολογοῦμέν σε

8εὐχαριστοῦμέν σοι

9διὰ τὴν μεγάλην σου δόξαν

10κύριε βασιλεῦ

11ἐπουράνιε

12θεὲ πατὴρ παντοκράτωρ

13κύριε υἱὲ μονογενὴ

14Ἰησοῦ Χριστὲ

15καὶ ἅγιον πνεῦμα

16κύριε ὁ θεός

17ὁ ἀμνὸς τοῦ θεοῦ

18ὁ υἱὸς τοῦ πατρός

19ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου

20ἐλέησον ἡμᾶς

21ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου

22πρόσδεξαι τὴν δέησιν ἡμῶν

23ὁ καθήμενος ἐν δεξιᾷ τοῦ πατρός

24ἐλέησον ἡμᾶς

25ὅτι σὺ εἶ μόνος ἅγιος

26σὺ εἶ μόνος κύριος

27Ἰησοῦς Χριστός

28εἰς δόξαν θεοῦ πατρός αμην

29καθ᾽ ἑκάστην ἡμέραν εὐλογήσω σε

30καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα

31καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος

32καταξίωσον κύριε καὶ τὴν ἡμέραν ταύτην

33ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς

34εὐλογητὸς εἶ κύριε ὁ θεὸς τῶν πατέρων ἡμῶν

35καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας αμην

36εὐλογητὸς εἶ κύριε δίδαξόν με τὰ δικαιώματά σου

37εὐλογητὸς εἶ κύριε δίδαξόν με τὰ δικαιώματά σου

38εὐλογητὸς εἶ κύριε δίδαξόν με τὰ δικαιώματά σου

39κύριε καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ

40ἐγὼ εἶπα κύριε ἐλέησόν με

41ἴασαι τὴν ψυχήν μου ὅτι ἥμαρτόν σοι

42κύριε πρὸς σὲ κατέφυγα

43δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου ὅτι σὺ εἶ ὁ θεός μου

44ὅτι παρὰ σοὶ πηγὴ ζωῆς

45ἐν τῷ φωτί σου ὀψόμεθα φῶς

46παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσίν σε