Psalms of SolomonChapter 11
τῷ Σαλωμων εἰς προσδοκίαν
1σαλπίσατε ἐν Σιων ἐν σάλπιγγι σημασίας ἁγίων κηρύξατε ἐν Ιερουσαλημ φωνὴν εὐαγγελιζομένου ὅτι ἠλέησεν ὁ θεὸς Ισραηλ ἐν τῇ ἐπισκοπῇ αὐτῶν
2στῆθι Ιερουσαλημ ἐφ᾽ ὑψηλοῦ καὶ ἰδὲ τὰ τέκνα σου ἀπὸ ἀνατολῶν καὶ δυσμῶν συνηγμένα εἰς ἅπαξ ὑπὸ κυρίου
3ἀπὸ βορρᾶ ἔρχονται τῇ εὐφροσύνῃ τοῦ θεοῦ αὐτῶν ἐκ νήσων μακρόθεν συνήγαγεν αὐτοὺς ὁ θεός
4ὄρη ὑψηλὰ ἐταπείνωσεν εἰς ὁμαλισμὸν αὐτοῖς οἱ βουνοὶ ἐφύγοσαν ἀπὸ εἰσόδου αὐτῶν
5οἱ δρυμοὶ ἐσκίασαν αὐτοῖς ἐν τῇ παρόδῳ αὐτῶν πᾶν ξύλον εὐωδίας ἀνέτειλεν αὐτοῖς ὁ θεός
6ἵνα παρέλθῃ Ισραηλ ἐν ἐπισκοπῇ δόξης θεοῦ αὐτῶν
7ἔνδυσαι Ιερουσαλημ τὰ ἱμάτια τῆς δόξης σου ἑτοίμασον τὴν στολὴν τοῦ ἁγιάσματός σου ὅτι ὁ θεὸς ἐλάλησεν ἀγαθὰ Ισραηλ εἰς τὸν αἰῶνα καὶ ἔτι
8ποιήσαι κύριος ἃ ἐλάλησεν ἐπὶ Ισραηλ καὶ Ιερουσαλημ ἀναστήσαι κύριος τὸν Ισραηλ ἐν ὀνόματι δόξης αὐτοῦ
9τοῦ κυρίου τὸ ἔλεος ἐπὶ τὸν Ισραηλ εἰς τὸν αἰῶνα καὶ ἔτι