Sirach — Ch. 22
Version
Font
Layout

SirachChapter 22

1τέκνον ἥμαρτες μὴ προσθῇς μηκέτι καὶ περὶ τῶν προτέρων σου δεήθητι

2ὡς ἀπὸ προσώπου ὄφεως φεῦγε ἀπὸ ἁμαρτίας ἐὰν γὰρ προσέλθῃς δήξεταί σε ὀδόντες λέοντος οἱ ὀδόντες αὐτῆς ἀναιροῦντες ψυχὰς ἀνθρώπων

3ὡς ῥομφαία δίστομος πᾶσα ἀνομία τῇ πληγῇ αὐτῆς οὐκ ἔστιν ἴασις

4καταπληγμὸς καὶ ὕβρις ἐρημώσουσιν πλοῦτον οὕτως οἶκος ὑπερηφάνου ἐρημωθήσεται

5δέησις πτωχοῦ ἐκ στόματος ἕως ὠτίων αὐτοῦ καὶ τὸ κρίμα αὐτοῦ κατὰ σπουδὴν ἔρχεται

6μισῶν ἐλεγμὸν ἐν ἴχνει ἁμαρτωλοῦ καὶ ὁ φοβούμενος κύριον ἐπιστρέψει ἐν καρδίᾳ

7γνωστὸς μακρόθεν ὁ δυνατὸς ἐν γλώσσῃ ὁ δὲ νοήμων οἶδεν ἐν τῷ ὀλισθάνειν αὐτόν

8ὁ οἰκοδομῶν τὴν οἰκίαν αὐτοῦ ἐν χρήμασιν ἀλλοτρίοις ὡς συνάγων αὐτοῦ τοὺς λίθους εἰς χειμῶνα

9στιππύον συνηγμένον συναγωγὴ ἀνόμων καὶ ἡ συντέλεια αὐτῶν φλὸξ πυρός

10ὁδὸς ἁμαρτωλῶν ὡμαλισμένη ἐκ λίθων καὶ ἐπ᾽ ἐσχάτων αὐτῆς βόθρος ᾅδου

11ὁ φυλάσσων νόμον κατακρατεῖ τοῦ ἐννοήματος αὐτοῦ καὶ συντέλεια τοῦ φόβου κυρίου σοφία

12οὐ παιδευθήσεται ὃς οὐκ ἔστιν πανοῦργος ἔστιν δὲ πανουργία πληθύνουσα πικρίαν

13γνῶσις σοφοῦ ὡς κατακλυσμὸς πληθυνθήσεται καὶ ἡ βουλὴ αὐτοῦ ὡς πηγὴ ζωῆς

14ἔγκατα μωροῦ ὡς ἀγγεῖον συντετριμμένον καὶ πᾶσαν γνῶσιν οὐ κρατήσει

15λόγον σοφὸν ἐὰν ἀκούσῃ ἐπιστήμων αἰνέσει αὐτὸν καὶ ἐπ᾽ αὐτὸν προσθήσει ἤκουσεν ὁ σπαταλῶν καὶ ἀπήρεσεν αὐτῷ καὶ ἀπέστρεψεν αὐτὸν ὀπίσω τοῦ νώτου αὐτοῦ

16ἐξήγησις μωροῦ ὡς ἐν ὁδῷ φορτίον ἐπὶ δὲ χείλους συνετοῦ εὑρεθήσεται χάρις

17στόμα φρονίμου ζητηθήσεται ἐν ἐκκλησίᾳ καὶ τοὺς λόγους αὐτοῦ διανοηθήσονται ἐν καρδίᾳ

18ὡς οἶκος ἠφανισμένος οὕτως μωρῷ σοφία καὶ γνῶσις ἀσυνέτου ἀδιεξέταστοι λόγοι

19πέδαι ἐν ποσὶν ἀνοήτου παιδεία καὶ ὡς χειροπέδαι ἐπὶ χειρὸς δεξιᾶς

20μωρὸς ἐν γέλωτι ἀνυψοῖ φωνὴν αὐτοῦ ἀνὴρ δὲ πανοῦργος μόλις ἡσυχῇ μειδιάσει

21ὡς κόσμος χρυσοῦς φρονίμῳ παιδεία καὶ ὡς χλιδὼν ἐπὶ βραχίονι δεξιῷ

22ποὺς μωροῦ ταχὺς εἰς οἰκίαν ἄνθρωπος δὲ πολύπειρος αἰσχυνθήσεται ἀπὸ προσώπου

23ἄφρων ἀπὸ θύρας παρακύπτει εἰς οἰκίαν ἀνὴρ δὲ πεπαιδευμένος ἔξω στήσεται

24ἀπαιδευσία ἀνθρώπου ἀκροᾶσθαι παρὰ θύραν ὁ δὲ φρόνιμος βαρυνθήσεται ἀτιμίᾳ

25χείλη ἀλλοτρίων ἐν τούτοις διηγήσονται λόγοι δὲ φρονίμων ἐν ζυγῷ σταθήσονται

26ἐν στόματι μωρῶν ἡ καρδία αὐτῶν καρδία δὲ σοφῶν στόμα αὐτῶν

27ἐν τῷ καταρᾶσθαι ἀσεβῆ τὸν σατανᾶν αὐτὸς καταρᾶται τὴν ἑαυτοῦ ψυχήν

28μολύνει τὴν ἑαυτοῦ ψυχὴν ὁ ψιθυρίζων καὶ ἐν παροικήσει μισηθήσεται