Sirach — Ch. 37
Version
Font
Layout

SirachChapter 37

1ἐλέησον ἡμᾶς δέσποτα ὁ θεὸς πάντων καὶ ἐπίβλεψον καὶ ἐπίβαλε τὸν φόβον σου ἐπὶ πάντα τὰ ἔθνη

2ἔπαρον τὴν χεῖρά σου ἐπὶ ἔθνη ἀλλότρια καὶ ἰδέτωσαν τὴν δυναστείαν σου

3ὥσπερ ἐνώπιον αὐτῶν ἡγιάσθης ἐν ἡμῖν οὕτως ἐνώπιον ἡμῶν μεγαλυνθείης ἐν αὐτοῖς

4καὶ ἐπιγνώτωσάν σε καθάπερ καὶ ἡμεῖς ἐπέγνωμεν ὅτι οὐκ ἔστιν θεὸς πλὴν σοῦ κύριε

5ἐγκαίνισον σημεῖα καὶ ἀλλοίωσον θαυμάσια δόξασον χεῖρα καὶ βραχίονα δεξιόν

6ἔγειρον θυμὸν καὶ ἔκχεον ὀργήν ἔξαρον ἀντίδικον καὶ ἔκτριψον ἐχθρόν

7σπεῦσον καιρὸν καὶ μνήσθητι ὁρκισμοῦ καὶ ἐκδιηγησάσθωσαν τὰ μεγαλεῖά σου

8ἐν ὀργῇ πυρὸς καταβρωθήτω ὁ σῳζόμενος καὶ οἱ κακοῦντες τὸν λαόν σου εὕροισαν ἀπώλειαν

9σύντριψον κεφαλὰς ἀρχόντων ἐχθρῶν λεγόντων οὐκ ἔστιν πλὴν ἡμῶν

10συνάγαγε πάσας φυλὰς Ιακωβ καὶ κατακληρονόμησον αὐτοὺς καθὼς ἀπ᾽ ἀρχῆς

11ἐλέησον λαόν κύριε κεκλημένον ἐπ᾽ ὀνόματί σου καὶ Ισραηλ ὃν πρωτογόνῳ ὡμοίωσας

12οἰκτίρησον πόλιν ἁγιάσματός σου Ιερουσαλημ τόπον καταπαύματός σου

13πλῆσον Σιων ἀρεταλογίας σου καὶ ἀπὸ τῆς δόξης σου τὸν λαόν σου

14δὸς μαρτύριον τοῖς ἐν ἀρχῇ κτίσμασίν σου καὶ ἔγειρον προφητείας τὰς ἐπ᾽ ὀνόματί σου

15δὸς μισθὸν τοῖς ὑπομένουσίν σε καὶ οἱ προφῆταί σου ἐμπιστευθήτωσαν

16εἰσάκουσον κύριε δεήσεως τῶν ἱκετῶν σου κατὰ τὴν εὐλογίαν Ααρων περὶ τοῦ λαοῦ σου

17καὶ γνώσονται πάντες οἱ ἐπὶ τῆς γῆς ὅτι κύριος εἶ ὁ θεὸς τῶν αἰώνων

18πᾶν βρῶμα φάγεται κοιλία ἔστιν δὲ βρῶμα βρώματος κάλλιον

19φάρυγξ γεύεται βρώματα θήρας οὕτως καρδία συνετὴ λόγους ψευδεῖς

20καρδία στρεβλὴ δώσει λύπην καὶ ἄνθρωπος πολύπειρος ἀνταποδώσει αὐτῷ

21πάντα ἄρρενα ἐπιδέξεται γυνή ἔστιν δὲ θυγάτηρ θυγατρὸς κρείσσων

22κάλλος γυναικὸς ἱλαρύνει πρόσωπον καὶ ὑπὲρ πᾶσαν ἐπιθυμίαν ἀνθρώπου ὑπεράγει

23εἰ ἔστιν ἐπὶ γλώσσης αὐτῆς ἔλεος καὶ πραΰτης οὐκ ἔστιν ὁ ἀνὴρ αὐτῆς καθ᾽ υἱοὺς ἀνθρώπων

24ὁ κτώμενος γυναῖκα ἐνάρχεται κτήσεως βοηθὸν κατ᾽ αὐτὸν καὶ στῦλον ἀναπαύσεως

25οὗ οὐκ ἔστιν φραγμός διαρπαγήσεται κτῆμα καὶ οὗ οὐκ ἔστιν γυνή στενάξει πλανώμενος

26τίς γὰρ πιστεύσει εὐζώνῳ λῃστῇ ἀφαλλομένῳ ἐκ πόλεως εἰς πόλιν

27οὕτως ἀνθρώπῳ μὴ ἔχοντι νοσσιὰν καὶ καταλύοντι οὗ ἐὰν ὀψίσῃ