Sirach — Ch. 44
Version
Font
Layout

SirachChapter 44

1γαυρίαμα ὕψους στερέωμα καθαριότητος εἶδος οὐρανοῦ ἐν ὁράματι δόξης

2ἥλιος ἐν ὀπτασίᾳ διαγγέλλων ἐν ἐξόδῳ σκεῦος θαυμαστόν ἔργον ὑψίστου

3ἐν μεσημβρίᾳ αὐτοῦ ἀναξηραίνει χώραν καὶ ἐναντίον καύματος αὐτοῦ τίς ὑποστήσεται

4κάμινον φυσῶν ἐν ἔργοις καύματος τριπλασίως ἥλιος ἐκκαίων ὄρη ἀτμίδας πυρώδεις ἐκφυσῶν καὶ ἐκλάμπων ἀκτῖνας ἀμαυροῖ ὀφθαλμούς

5μέγας κύριος ὁ ποιήσας αὐτόν καὶ ἐν λόγοις αὐτοῦ κατέσπευσεν πορείαν

6καὶ ἡ σελήνη ἐν πᾶσιν εἰς καιρὸν αὐτῆς ἀνάδειξιν χρόνων καὶ σημεῖον αἰῶνος

7ἀπὸ σελήνης σημεῖον ἑορτῆς φωστὴρ μειούμενος ἐπὶ συντελείας

8μὴν κατὰ τὸ ὄνομα αὐτῆς ἐστιν αὐξανόμενος θαυμαστῶς ἐν ἀλλοιώσει σκεῦος παρεμβολῶν ἐν ὕψει ἐν στερεώματι οὐρανοῦ ἐκλάμπων

9κάλλος οὐρανοῦ δόξα ἄστρων κόσμος φωτίζων ἐν ὑψίστοις κυρίου

10ἐν λόγοις ἁγίου στήσονται κατὰ κρίμα καὶ οὐ μὴ ἐκλυθῶσιν ἐν φυλακαῖς αὐτῶν

11ἰδὲ τόξον καὶ εὐλόγησον τὸν ποιήσαντα αὐτὸ σφόδρα ὡραῖον ἐν τῷ αὐγάσματι αὐτοῦ

12ἐγύρωσεν οὐρανὸν ἐν κυκλώσει δόξης χεῖρες ὑψίστου ἐτάνυσαν αὐτό

13προστάγματι αὐτοῦ κατέσπευσεν χιόνα καὶ ταχύνει ἀστραπὰς κρίματος αὐτοῦ

14διὰ τοῦτο ἠνεῴχθησαν θησαυροί καὶ ἐξέπτησαν νεφέλαι ὡς πετεινά

15ἐν μεγαλείῳ αὐτοῦ ἴσχυσεν νεφέλας καὶ διεθρύβησαν λίθοι χαλάζης

16καὶ ἐν ὀπτασίᾳ αὐτοῦ σαλευθήσεται ὄρη ἐν θελήματι αὐτοῦ πνεύσεται νότος

17φωνὴ βροντῆς αὐτοῦ ὠνείδισεν γῆν καὶ καταιγὶς βορέου καὶ συστροφὴ πνεύματος

18ὡς πετεινὰ καθιπτάμενα πάσσει χιόνα καὶ ὡς ἀκρὶς καταλύουσα ἡ κατάβασις αὐτῆς κάλλος λευκότητος αὐτῆς ἐκθαυμάσει ὀφθαλμός καὶ ἐπὶ τοῦ ὑετοῦ αὐτῆς ἐκστήσεται καρδία

19καὶ πάχνην ὡς ἅλα ἐπὶ γῆς χέει καὶ παγεῖσα γίνεται σκολόπων ἄκρα

20ψυχρὸς ἄνεμος βορέης πνεύσει καὶ παγήσεται κρύσταλλος ἐφ᾽ ὕδατος ἐπὶ πᾶσαν συναγωγὴν ὕδατος καταλύσει καὶ ὡς θώρακα ἐνδύσεται τὸ ὕδωρ

21καταφάγεται ὄρη καὶ ἔρημον ἐκκαύσει καὶ ἀποσβέσει χλόην ὡς πῦρ

22ἴασις πάντων κατὰ σπουδὴν ὁμίχλη δρόσος ἀπαντῶσα ἀπὸ καύσωνος ἱλαρώσει

23λογισμῷ αὐτοῦ ἐκόπασεν ἄβυσσον καὶ ἐφύτευσεν ἐν αὐτῇ νήσους

24οἱ πλέοντες τὴν θάλασσαν διηγοῦνται τὸν κίνδυνον αὐτῆς καὶ ἀκοαῖς ὠτίων ἡμῶν θαυμάζομεν

25καὶ ἐκεῖ τὰ παράδοξα καὶ θαυμάσια ἔργα ποικιλία παντὸς ζῴου κτίσις κητῶν

26δι᾽ αὐτὸν εὐοδοῖ ἄγγελος αὐτοῦ καὶ ἐν λόγῳ αὐτοῦ σύγκειται τὰ πάντα

27πολλὰ ἐροῦμεν καὶ οὐ μὴ ἀφικώμεθα καὶ συντέλεια λόγων τὸ πᾶν ἐστιν αὐτός

28δοξάζοντες ποῦ ἰσχύσομεν αὐτὸς γὰρ ὁ μέγας παρὰ πάντα τὰ ἔργα αὐτοῦ

29φοβερὸς κύριος καὶ σφόδρα μέγας καὶ θαυμαστὴ ἡ δυναστεία αὐτοῦ

30δοξάζοντες κύριον ὑψώσατε καθ᾽ ὅσον ἂν δύνησθε ὑπερέξει γὰρ καὶ ἔτι καὶ ὑψοῦντες αὐτὸν πληθύνατε ἐν ἰσχύι μὴ κοπιᾶτε οὐ γὰρ μὴ ἀφίκησθε

31τίς ἑόρακεν αὐτὸν καὶ ἐκδιηγήσεται καὶ τίς μεγαλυνεῖ αὐτὸν καθώς ἐστιν

32πολλὰ ἀπόκρυφά ἐστιν μείζονα τούτων ὀλίγα γὰρ ἑωράκαμεν τῶν ἔργων αὐτοῦ

33πάντα γὰρ ἐποίησεν ὁ κύριος καὶ τοῖς εὐσεβέσιν ἔδωκεν σοφίαν