Sirach — Ch. 9
Version
Font
Layout

SirachChapter 9

1μὴ διαμάχου μετὰ ἀνθρώπου δυνάστου μήποτε ἐμπέσῃς εἰς τὰς χεῖρας αὐτοῦ

2μὴ ἔριζε μετὰ ἀνθρώπου πλουσίου μήποτε ἀντιστήσῃ σου τὴν ὁλκήν πολλοὺς γὰρ ἀπώλεσεν τὸ χρυσίον καὶ καρδίας βασιλέων ἐξέκλινεν

3μὴ διαμάχου μετὰ ἀνθρώπου γλωσσώδους καὶ μὴ ἐπιστοιβάσῃς ἐπὶ τὸ πῦρ αὐτοῦ ξύλα

4μὴ πρόσπαιζε ἀπαιδεύτῳ ἵνα μὴ ἀτιμάζωνται οἱ πρόγονοί σου

5μὴ ὀνείδιζε ἄνθρωπον ἀποστρέφοντα ἀπὸ ἁμαρτίας μνήσθητι ὅτι πάντες ἐσμὲν ἐν ἐπιτίμοις

6μὴ ἀτιμάσῃς ἄνθρωπον ἐν γήρᾳ αὐτοῦ καὶ γὰρ ἐξ ἡμῶν γηράσκουσιν

7μὴ ἐπίχαιρε ἐπὶ νεκρῷ μνήσθητι ὅτι πάντες τελευτῶμεν

8μὴ παρίδῃς διήγημα σοφῶν καὶ ἐν ταῖς παροιμίαις αὐτῶν ἀναστρέφου ὅτι παρ᾽ αὐτῶν μαθήσῃ παιδείαν καὶ λειτουργῆσαι μεγιστᾶσιν

9μὴ ἀστόχει διηγήματος γερόντων καὶ γὰρ αὐτοὶ ἔμαθον παρὰ τῶν πατέρων αὐτῶν ὅτι παρ᾽ αὐτῶν μαθήσῃ σύνεσιν καὶ ἐν καιρῷ χρείας δοῦναι ἀπόκρισιν

10μὴ ἔκκαιε ἄνθρακας ἁμαρτωλοῦ μὴ ἐμπυρισθῇς ἐν πυρὶ φλογὸς αὐτοῦ

11μὴ ἐξαναστῇς ἀπὸ προσώπου ὑβριστοῦ ἵνα μὴ ἐγκαθίσῃ ὡς ἔνεδρον τῷ στόματί σου

12μὴ δανείσῃς ἀνθρώπῳ ἰσχυροτέρῳ σου καὶ ἐὰν δανείσῃς ὡς ἀπολωλεκὼς γίνου

13μὴ ἐγγυήσῃ ὑπὲρ δύναμίν σου καὶ ἐὰν ἐγγυήσῃ ὡς ἀποτείσων φρόντιζε

14μὴ δικάζου μετὰ κριτοῦ κατὰ γὰρ τὴν δόξαν αὐτοῦ κρινοῦσιν αὐτῷ

15μετὰ τολμηροῦ μὴ πορεύου ἐν ὁδῷ ἵνα μὴ βαρύνηται κατὰ σοῦ αὐτὸς γὰρ κατὰ τὸ θέλημα αὐτοῦ ποιήσει καὶ τῇ ἀφροσύνῃ αὐτοῦ συναπολῇ

16μετὰ θυμώδους μὴ ποιήσῃς μάχην καὶ μὴ διαπορεύου μετ᾽ αὐτοῦ τὴν ἔρημον ὅτι ὡς οὐδὲν ἐν ὀφθαλμοῖς αὐτοῦ αἷμα καὶ ὅπου οὐκ ἔστιν βοήθεια καταβαλεῖ σε

17μετὰ μωροῦ μὴ συμβουλεύου οὐ γὰρ δυνήσεται λόγον στέξαι

18ἐνώπιον ἀλλοτρίου μὴ ποιήσῃς κρυπτόν οὐ γὰρ γινώσκεις τί τέξεται

19παντὶ ἀνθρώπῳ μὴ ἔκφαινε σὴν καρδίαν καὶ μὴ ἀναφερέτω σοι χάριν