Tobit — Ch. 10
Version
Font
Layout

TobitChapter 10

1καὶ Τωβιτ ὁ πατὴρ αὐτοῦ ἐλογίζετο ἑκάστης ἡμέρας καὶ ὡς ἐπληρώθησαν αἱ ἡμέραι τῆς πορείας καὶ οὐκ ἤρχοντο

1ἑκάστην δὲ ἡμέραν ἐξ ἡμέρας ἐλογίζετο Τωβιθ τὰς ἡμέρας ἐν πόσαις πορεύσεται καὶ ἐν πόσαις ἐπιστρέψει καὶ ὅτε συνετελέσθησαν αἱ ἡμέραι καὶ ὁ υἱὸς αὐτοῦ οὐ παρῆν

2εἶπεν μήποτε κατεσχέθη ἐκεῖ ἢ μήποτε ἀπέθανεν ὁ Γαβαηλ καὶ οὐδεὶς αὐτῷ δίδωσιν τὸ ἀργύριον

2εἶπεν μήποτε κατῄσχυνται ἢ μήποτε ἀπέθανεν Γαβαηλ καὶ οὐδεὶς δίδωσιν αὐτῷ τὸ ἀργύριον

3καὶ ἐλυπεῖτο λίαν

3καὶ ἤρξατο λυπεῖσθαι

4εἶπεν δὲ αὐτῷ ἡ γυνή ἀπώλετο τὸ παιδίον διότι κεχρόνικεν καὶ ἤρξατο θρηνεῖν αὐτὸν καὶ εἶπεν

4καὶ Αννα ἡ γυνὴ αὐτοῦ λέγει ἀπώλετο τὸ παιδίον μου καὶ οὐκέτι ὑπάρχει ἐν τοῖς ζῶσιν καὶ ἤρξατο κλαίειν καὶ θρηνεῖν περὶ τοῦ υἱοῦ αὐτῆς καὶ εἶπεν

5οὐ μέλει μοι τέκνον ὅτι ἀφῆκά σε τὸ φῶς τῶν ὀφθαλμῶν μου

5οὐαί μοι τέκνον ὅτι ἀφῆκά σε πορευθῆναι τὸ φῶς τῶν ὀφθαλμῶν μου

6καὶ Τωβιθ ἔλεγεν αὐτῇ σίγα μὴ λόγον ἔχε ἀδελφή ὑγιαίνει καὶ μάλα περισπασμὸς αὐτοῖς ἐγένετο ἐκεῖ καὶ ὁ ἄνθρωπος ὁ πορευθεὶς μετ᾽ αὐτοῦ πιστός ἐστιν καὶ εἷς τῶν ἀδελφῶν ἡμῶν μὴ λυποῦ περὶ αὐτοῦ ἀδελφή ἤδη παρέσται

6καὶ Τωβιτ λέγει αὐτῇ σίγα μὴ λόγον ἔχε ὑγιαίνει

7καὶ εἶπεν αὐτῷ σίγα μὴ πλάνα με ἀπώλετο τὸ παιδίον μου καὶ ἐπορεύετο καθ᾽ ἡμέραν εἰς τὴν ὁδὸν ἔξω οἵας ἀπῆλθεν ἡμέρας τε ἄρτον οὐκ ἤσθιεν τὰς δὲ νύκτας οὐ διελίμπανεν θρηνοῦσα Τωβιαν τὸν υἱὸν αὐτῆς ἕως οὗ συνετελέσθησαν αἱ δέκα τέσσαρες ἡμέραι τοῦ γάμου ἃς ὤμοσεν Ραγουηλ ποιῆσαι αὐτὸν ἐκεῖ

7καὶ εἶπεν αὐτῷ σίγα ἀπ᾽ ἐμοῦ καὶ μή με πλάνα ἀπώλετο τὸ παιδίον μου καὶ ἐκπηδήσασα περιεβλέπετο τὴν ὁδόν ᾗ ᾤχετο ὁ υἱὸς αὐτῆς καθ᾽ ἡμέραν καὶ οὐκ ἐπείθετο οὐδενί καὶ ὅτε ἔδυ ὁ ἥλιος εἰσπορευομένη ἐθρήνει καὶ ἔκλαιεν τὴν νύκτα ὅλην καὶ οὐκ εἶχεν ὕπνον

8εἶπεν δὲ Τωβιας τῷ Ραγουηλ ἐξαπόστειλόν με ὅτι ὁ πατήρ μου καὶ ἡ μήτηρ μου οὐκέτι ἐλπίζουσιν ὄψεσθαί με

8καὶ ὅτε συνετελέσθησαν αἱ δέκα τέσσαρες ἡμέραι τοῦ γάμου ἃς ὤμοσεν Ραγουηλ ποιῆσαι τῇ θυγατρὶ αὐτοῦ εἰσῆλθεν πρὸς αὐτὸν Τωβιας καὶ εἶπεν ἐξαπόστειλόν με γινώσκω γὰρ ἐγὼ ὅτι ὁ πατήρ μου καὶ ἡ μήτηρ μου οὐ πιστεύουσιν ὅτι ὄψονταί με ἔτι καὶ νῦν ἀξιῶ σε πάτερ ὅπως ἐξαποστείλῃς με καὶ πορευθῶ πρὸς τὸν πατέρα μου ἤδη ὑπέδειξά σοι ὡς ἀφῆκα αὐτόν

9εἶπεν δὲ αὐτῷ ὁ πενθερὸς αὐτοῦ μεῖνον παρ᾽ ἐμοί κἀγὼ ἐξαποστελῶ πρὸς τὸν πατέρα σου καὶ δηλώσουσιν αὐτῷ τὰ κατὰ σέ καὶ Τωβιας λέγει οὐχί ἀλλὰ ἐξαπόστειλόν με πρὸς τὸν πατέρα μου

9καὶ εἶπεν Ραγουηλ τῷ Τωβια μεῖνον παιδίον μεῖνον μετ᾽ ἐμοῦ καὶ ἐγὼ ἀποστέλλω ἀγγέλους πρὸς Τωβιν τὸν πατέρα σου καὶ ὑποδείξουσιν αὐτῷ περὶ σοῦ καὶ εἶπεν αὐτῷ μηδαμῶς ἀξιῶ σε ὅπως ἐξαποστείλῃς με ἐντεῦθεν πρὸς τὸν πατέρα μου

10καὶ ἀναστὰς Ραγουηλ παρέδωκεν Τωβια Σαρραν τὴν γυναῖκα αὐτοῦ καὶ τὸ ἥμισυ πάντων τῶν ὑπαρχόντων αὐτῷ παῖδας καὶ παιδίσκας βόας καὶ πρόβατα ὄνους καὶ καμήλους ἱματισμὸν καὶ ἀργύριον καὶ σκεύη

10ἀναστὰς δὲ Ραγουηλ ἔδωκεν αὐτῷ Σαρραν τὴν γυναῖκα αὐτοῦ καὶ τὰ ἥμισυ τῶν ὑπαρχόντων σώματα καὶ κτήνη καὶ ἀργύριον

11καὶ εὐλογήσας αὐτοὺς ἐξαπέστειλεν λέγων εὐοδώσει ὑμᾶς τέκνα ὁ θεὸς τοῦ οὐρανοῦ πρὸ τοῦ με ἀποθανεῖν

11καὶ ἐξαπέστειλεν αὐτοὺς ὑγιαίνοντας καὶ ἠσπάσατο αὐτὸν καὶ εἶπεν αὐτῷ ὑγίαινε παιδίον ὑγιαίνων ὕπαγε ὁ κύριος τοῦ οὐρανοῦ εὐοδώσαι ὑμᾶς καὶ Σαρραν τὴν γυναῖκά σου καὶ ἴδοιμι ὑμῶν παιδία πρὸ τοῦ ἀποθανεῖν με

12καὶ εἶπεν Σαρρα τῇ θυγατρὶ αὐτοῦ ὕπαγε πρὸς τὸν πενθερόν σου ὅτι ἀπὸ τοῦ νῦν αὐτοὶ γονεῖς σου ὡς οἱ γεννήσαντές σε βάδιζε εἰς εἰρήνην θύγατερ ἀκούσαιμί σου ἀγαθὴν ἀκοήν ἕως ζῶ καὶ ἀπασπασάμενος ἀπέλυσεν αὐτούς

12καὶ εἶπεν τῇ θυγατρὶ αὐτοῦ τίμα τοὺς πενθερούς σου αὐτοὶ νῦν γονεῖς σού εἰσιν ἀκούσαιμί σου ἀκοὴν καλήν καὶ ἐφίλησεν αὐτήν

13καὶ Εδνα εἶπεν πρὸς Τωβιαν ἄδελφε ἀγαπητέ ἀποκαταστήσαι σε ὁ κύριος τοῦ οὐρανοῦ καὶ δῴη μοι ἰδεῖν σου παιδία ἐκ Σαρρας τῆς θυγατρός μου ἵνα εὐφρανθῶ ἐνώπιον τοῦ κυρίου καὶ ἰδοὺ παρατίθεμαί σοι τὴν θυγατέρα μου ἐν παρακαταθήκῃ μὴ λυπήσῃς αὐτήν

13καὶ Εδνα λέγει Τωβια τέκνον καὶ ἄδελφε ἠγαπημένε ἀποκαταστήσαι σε κύριος καὶ ἴδοιμί σου τέκνα ἕως ζῶ καὶ Σαρρας τῆς θυγατρός μου πρὸ τοῦ με ἀποθανεῖν ἐνώπιον τοῦ κυρίου παρατίθεμαί σοι τὴν θυγατέρα μου ἐν παραθήκῃ μὴ λυπήσῃς αὐτὴν πάσας τὰς ἡμέρας τῆς ζωῆς σου παιδίον εἰς εἰρήνην ἀπὸ τοῦ νῦν ἐγώ σου μήτηρ καὶ Σαρρα ἀδελφή εὐοδωθείημεν πάντες ἐν τῷ αὐτῷ πάσας τὰς ἡμέρας ἐν τῇ ζωῇ ἡμῶν καὶ κατεφίλησεν ἀμφοτέρους καὶ ἀπέστειλεν ὑγιαίνοντας

14καὶ ἀπῆλθεν Τωβιας ἀπὸ Ραγουηλ ὑγιαίνων καὶ χαίρων καὶ εὐλογῶν τῷ κυρίῳ τοῦ οὐρανοῦ καὶ τῆς γῆς τῷ βασιλεῖ τῶν πάντων ὅτι εὐόδωκεν τὴν ὁδὸν αὐτοῦ καὶ εἶπεν αὐτῷ εὐοδώθη σοι τιμᾶν αὐτοὺς πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτῶν

14μετὰ ταῦτα ἐπορεύετο Τωβιας εὐλογῶν τὸν θεόν ὅτι εὐόδωσεν τὴν ὁδὸν αὐτοῦ καὶ κατευλόγει Ραγουηλ καὶ Εδναν τὴν γυναῖκα αὐτοῦ