TobitChapter 11
1καὶ ἐπορεύετο μέχρις οὗ ἐγγίσαι αὐτοὺς εἰς Νινευη καὶ εἶπεν Ραφαηλ πρὸς Τωβιαν
1καὶ ὡς ἤγγισαν εἰς Κασεριν ἥ ἐστιν κατέναντι Νινευη εἶπεν Ραφαηλ
2οὐ γινώσκεις ἄδελφε πῶς ἀφῆκας τὸν πατέρα σου
2σὺ γινώσκεις πῶς ἀφήκαμεν τὸν πατέρα σου
3προδράμωμεν τῆς γυναικός σου καὶ ἑτοιμάσωμεν τὴν οἰκίαν ἐν ᾧ ἔρχονται
3προδράμωμεν ἔμπροσθεν τῆς γυναικός σου καὶ ἑτοιμάσωμεν τὴν οἰκίαν
4καὶ ἐπορεύθησαν ἀμφότεροι κοινῶς καὶ εἶπεν αὐτῷ λαβὲ μετὰ χεῖρας τὴν χολήν καὶ συνῆλθεν αὐτοῖς ὁ κύων ἐκ τῶν ὀπίσω αὐτοῦ καὶ Τωβια
4λαβὲ δὲ παρὰ χεῖρα τὴν χολὴν τοῦ ἰχθύος καὶ ἐπορεύθησαν καὶ συνῆλθεν ὁ κύων ὄπισθεν αὐτῶν
5καὶ Αννα ἐκάθητο περιβλεπομένη εἰς τὴν ὁδὸν τὸν παῖδα αὐτῆς
5καὶ Αννα ἐκάθητο περιβλεπομένη τὴν ὁδὸν τοῦ υἱοῦ αὐτῆς
6καὶ προσενόησεν αὐτὸν ἐρχόμενον καὶ εἶπεν τῷ πατρὶ αὐτοῦ ἰδοὺ ὁ υἱός σου ἔρχεται καὶ ὁ ἄνθρωπος ὁ πορευθεὶς μετ᾽ αὐτοῦ
6καὶ προσενόησεν αὐτὸν ἐρχόμενον καὶ εἶπεν τῷ πατρὶ αὐτοῦ ἰδοὺ ὁ υἱός σου ἔρχεται καὶ ὁ ἄνθρωπος ὁ πορευθεὶς μετ᾽ αὐτοῦ
7καὶ Ραφαηλ εἶπεν Τωβια πρὸ τοῦ ἐγγίσαι αὐτὸν πρὸς τὸν πατέρα ἐπίσταμαι ὅτι οἱ ὀφθαλμοὶ αὐτοῦ ἀνεῳχθήσονται
7καὶ Ραφαηλ εἶπεν ἐπίσταμαι ἐγὼ ὅτι ἀνοίξει τοὺς ὀφθαλμοὺς ὁ πατήρ σου
8σὺ οὖν ἔγχρισον τὴν χολὴν εἰς τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ δηχθεὶς διατρίψει καὶ ἀποβαλεῖ τὰ λευκώματα καὶ ὄψεταί σε
8ἔμπλασον τὴν χολὴν τοῦ ἰχθύος εἰς τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ ἀποστύψει τὸ φάρμακον καὶ ἀπολεπίσει τὰ λευκώματα ἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ καὶ ἀναβλέψει ὁ πατήρ σου καὶ ὄψεται τὸ φῶς
9καὶ προσδραμοῦσα Αννα ἐπέπεσεν ἐπὶ τὸν τράχηλον τοῦ υἱοῦ αὐτῆς καὶ εἶπεν αὐτῷ εἶδόν σε παιδίον ἀπὸ τοῦ νῦν ἀποθανοῦμαι καὶ ἔκλαυσαν ἀμφότεροι
9καὶ ἀνέδραμεν Αννα καὶ ἐπέπεσεν ἐπὶ τὸν τράχηλον τοῦ υἱοῦ αὐτῆς καὶ εἶπεν αὐτῷ εἶδόν σε παιδίον ἀπὸ τοῦ νῦν ἀποθανοῦμαι καὶ ἔκλαυσεν
10καὶ Τωβιτ ἐξήρχετο πρὸς τὴν θύραν καὶ προσέκοπτεν ὁ δὲ υἱὸς προσέδραμεν αὐτῷ
10καὶ ἀνέστη Τωβις καὶ προσέκοπτεν τοῖς ποσὶν καὶ ἐξῆλθεν τὴν θύραν τῆς αὐλῆς
11καὶ ἐβάδισεν Τωβιας πρὸς αὐτόν καὶ ἡ χολὴ τοῦ ἰχθύος ἐν τῇ χειρὶ αὐτοῦ καὶ ἐνεφύσησεν εἰς τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ ἐλάβετο αὐτοῦ καὶ εἶπεν θάρσει πάτερ καὶ ἐπέβαλεν τὸ φάρμακον ἐπ᾽ αὐτὸν καὶ ἐπέδωκεν
11καὶ ἐπελάβετο τοῦ πατρὸς αὐτοῦ καὶ προσέπασεν τὴν χολὴν ἐπὶ τοὺς ὀφθαλμοὺς τοῦ πατρὸς αὐτοῦ λέγων θάρσει πάτερ
12καὶ ἀπελέπισεν ἑκατέραις ταῖς χερσὶν αὐτοῦ ἀπὸ τῶν κανθῶν τῶν ὀφθαλμῶν αὐτοῦ
12ὡς δὲ συνεδήχθησαν διέτριψε τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ ἐλεπίσθη ἀπὸ τῶν κανθῶν τῶν ὀφθαλμῶν αὐτοῦ τὰ λευκώματα
13καὶ ἔπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ καὶ ἔκλαυσεν καὶ εἶπεν αὐτῷ εἶδόν σε τέκνον τὸ φῶς τῶν ὀφθαλμῶν μου
13καὶ ἰδὼν τὸν υἱὸν αὐτοῦ ἐπέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ καὶ ἔκλαυσεν καὶ εἶπεν
14εὐλογητὸς εἶ ὁ θεός καὶ εὐλογητὸν τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας καὶ εὐλογημένοι πάντες οἱ ἅγιοί σου ἄγγελοι ὅτι ἐμαστίγωσας καὶ ἠλέησάς με ἰδοὺ βλέπω Τωβιαν τὸν υἱόν μου
14καὶ εἶπεν εὐλογητὸς ὁ θεός καὶ εὐλογητὸν τὸ ὄνομα τὸ μέγα αὐτοῦ καὶ εὐλογημένοι πάντες οἱ ἄγγελοι οἱ ἅγιοι αὐτοῦ γένοιτο τὸ ὄνομα τὸ μέγα αὐτοῦ ἐφ᾽ ἡμᾶς καὶ εὐλογητοὶ πάντες οἱ ἄγγελοι εἰς πάντας τοὺς αἰῶνας ὅτι αὐτὸς ἐμαστίγωσέν με καὶ ἰδοὺ βλέπω Τωβιαν τὸν υἱόν μου
15καὶ εἰσῆλθεν Τωβιας χαίρων καὶ εὐλογῶν τὸν θεὸν ἐν ὅλῳ τῷ στόματι αὐτοῦ καὶ ἐπέδειξεν Τωβιας τῷ πατρὶ αὐτοῦ ὅτι εὐοδώθη ἡ ὁδὸς αὐτοῦ καὶ ὅτι ἐνήνοχεν ἀργύριον καὶ ὡς ἔλαβεν Σαρραν τὴν θυγατέρα Ραγουηλ γυναῖκα καὶ ὅτι ἰδοὺ παραγίνεται καὶ ἔστιν σύνεγγυς τῆς πύλης Νινευη
15καὶ εἰσῆλθεν ὁ υἱὸς αὐτοῦ χαίρων καὶ ἀπήγγειλεν τῷ πατρὶ αὐτοῦ τὰ μεγαλεῖα τὰ γενόμενα αὐτῷ ἐν τῇ Μηδίᾳ
16καὶ ἐξῆλθεν Τωβιθ εἰς ἀπάντησιν τῆς νύμφης αὐτοῦ χαίρων καὶ εὐλογῶν τὸν θεὸν πρὸς τὴν πύλην Νινευη καὶ ἰδόντες αὐτὸν οἱ ἐν Νινευη πορευόμενον καὶ διαβαίνοντα αὐτὸν πάσῃ τῇ ἰσχύι αὐτοῦ καὶ ὑπὸ μηδενὸς χειραγωγούμενον ἐθαύμασαν καὶ Τωβιθ ἐξωμολογεῖτο ἐναντίον αὐτῶν ὅτι ἠλέησεν αὐτὸν ὁ θεὸς καὶ ὅτι ἤνοιξεν τοὺς ὀφθαλμοὺς αὐτοῦ
16καὶ ἐξῆλθεν Τωβιτ εἰς συνάντησιν τῇ νύμφῃ αὐτοῦ χαίρων καὶ εὐλογῶν τὸν θεὸν πρὸς τῇ πύλῃ Νινευη καὶ ἐθαύμαζον οἱ θεωροῦντες αὐτὸν πορευόμενον ὅτι ἔβλεψεν καὶ Τωβιτ ἐξωμολογεῖτο ἐνώπιον αὐτῶν ὅτι ἠλέησεν αὐτὸν ὁ θεός
17καὶ ἤγγισεν Τωβιθ Σαρρα τῇ γυναικὶ Τωβια τοῦ υἱοῦ αὐτοῦ καὶ εὐλόγησεν αὐτὴν καὶ εἶπεν αὐτῇ εἰσέλθοις ὑγιαίνουσα θύγατερ καὶ εὐλογητὸς ὁ θεός σου ὃς ἤγαγέν σε πρὸς ἡμᾶς θύγατερ καὶ εὐλογημένος ὁ πατήρ σου καὶ εὐλογημένος Τωβιας ὁ υἱός μου καὶ εὐλογημένη σύ θύγατερ εἴσελθε εἰς τὴν οἰκίαν σου ὑγιαίνουσα ἐν εὐλογίᾳ καὶ χαρᾷ εἴσελθε θύγατερ
17καὶ ὡς ἤγγισεν Τωβιτ Σαρρα τῇ νύμφῃ αὐτοῦ κατευλόγησεν αὐτὴν λέγων ἔλθοις ὑγιαίνουσα θύγατερ εὐλογητὸς ὁ θεός ὃς ἤγαγέν σε πρὸς ἡμᾶς καὶ ὁ πατήρ σου καὶ ἡ μήτηρ σου
18καὶ ἐγένετο χαρὰ πᾶσι τοῖς ἐν Νινευη ἀδελφοῖς αὐτοῦ
18ἐν τῇ ἡμέρᾳ ταύτῃ ἐγένετο χαρὰ πᾶσιν τοῖς Ιουδαίοις τοῖς οὖσιν ἐν Νινευη
19καὶ παρεγένετο Αχιαχαρος καὶ Νασβας ὁ ἐξάδελφος αὐτοῦ καὶ ἤχθη ὁ γάμος Τωβια μετ᾽ εὐφροσύνης ἑπτὰ ἡμέρας
19καὶ παρεγένοντο Αχικαρ καὶ Ναβαδ οἱ ἐξάδελφοι αὐτοῦ χαίροντες πρὸς Τωβιν