TobitChapter 4
1ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐμνήσθη Τωβιθ τοῦ ἀργυρίου ὃ παρέθετο Γαβαήλῳ ἐν Ῥάγοις τῆς Μηδίας
1ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐμνήσθη Τωβιτ περὶ τοῦ ἀργυρίου οὗ παρέθετο Γαβαηλ ἐν Ῥάγοις τῆς Μηδίας
2καὶ εἶπεν ἐν τῇ καρδίᾳ αὐτοῦ ἰδοὺ ἐγὼ ᾐτησάμην θάνατον τί οὐχὶ καλῶ Τωβιαν τὸν υἱόν μου καὶ ὑποδείξω αὐτῷ περὶ τοῦ ἀργυρίου τούτου πρὶν ἀποθανεῖν με
2καὶ εἶπεν ἐν ἑαυτῷ ἐγὼ ᾐτησάμην θάνατον τί οὐ καλῶ Τωβιαν τὸν υἱόν μου ἵνα αὐτῷ ὑποδείξω πρὶν ἀποθανεῖν με
3καὶ καλέσας αὐτὸν εἶπεν παιδίον ἐὰν ἀποθάνω θάψον με καὶ μὴ ὑπερίδῃς τὴν μητέρα σου τίμα αὐτὴν πάσας τὰς ἡμέρας τῆς ζωῆς σου καὶ ποίει τὸ ἀρεστὸν αὐτῇ καὶ μὴ λυπήσῃς αὐτήν
3καὶ ἐκάλεσεν Τωβιαν τὸν υἱὸν αὐτοῦ καὶ ἦλθεν πρὸς αὐτόν καὶ εἶπεν αὐτῷ θάψον με καλῶς καὶ τίμα τὴν μητέρα σου καὶ μὴ ἐγκαταλίπῃς αὐτὴν πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτῆς καὶ ποίει τὸ ἀρεστὸν ἐνώπιον αὐτῆς καὶ μὴ λυπήσῃς τὸ πνεῦμα αὐτῆς ἐν παντὶ πράγματι
4μνήσθητι αὐτῆς παιδίον ὅτι κινδύνους πολλοὺς ἑώρακεν ἐπὶ σοὶ ἐν τῇ κοιλίᾳ αὐτῆς καὶ ὅταν ἀποθάνῃ θάψον αὐτὴν παρ᾽ ἐμοὶ ἐν ἑνὶ τάφῳ
4μνήσθητι παιδίον ὅτι πολλοὺς κινδύνους ἑόρακεν ἐπὶ σοὶ ἐν τῇ κοιλίᾳ ὅταν ἀποθάνῃ θάψον αὐτὴν παρ᾽ ἐμοὶ ἐν ἑνὶ τάφῳ
5καὶ πάσας τὰς ἡμέρας σου παιδίον τοῦ κυρίου μνημόνευε καὶ μὴ θελήσῃς ἁμαρτεῖν καὶ παραβῆναι τὰς ἐντολὰς αὐτοῦ δικαιοσύνας ποίει πάσας τὰς ἡμέρας τῆς ζωῆς σου καὶ μὴ πορευθῇς ταῖς ὁδοῖς τῆς ἀδικίας
5πάσας τὰς ἡμέρας παιδίον κυρίου τοῦ θεοῦ ἡμῶν μνημόνευε καὶ μὴ θελήσῃς ἁμαρτάνειν καὶ παραβῆναι τὰς ἐντολὰς αὐτοῦ δικαιοσύνην ποίει πάσας τὰς ἡμέρας τῆς ζωῆς σου καὶ μὴ πορευθῇς ταῖς ὁδοῖς τῆς ἀδικίας
6διότι οἱ ποιοῦντες ἀλήθειαν εὐοδωθήσονται ἐν τοῖς ἔργοις αὐτῶν
6διότι ποιοῦντός σου τὴν ἀλήθειαν εὐοδίαι ἔσονται ἐν τοῖς ἔργοις σου
7καὶ πᾶσι τοῖς ποιοῦσι τὴν δικαιοσύνην ἐκ τῶν ὑπαρχόντων σοι ποίει ἐλεημοσύνην καὶ μὴ φθονεσάτω σου ὁ ὀφθαλμὸς ἐν τῷ ποιεῖν σε ἐλεημοσύνην μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπὸ παντὸς πτωχοῦ καὶ ἀπὸ σοῦ οὐ μὴ ἀποστραφῇ τὸ πρόσωπον τοῦ θεοῦ
7καὶ πᾶσιν τοῖς ποιοῦσιν δικαιοσύνην
8ὡς σοὶ ὑπάρχει κατὰ τὸ πλῆθος ποίησον ἐξ αὐτῶν ἐλεημοσύνην ἐὰν ὀλίγον σοι ὑπάρχῃ κατὰ τὸ ὀλίγον μὴ φοβοῦ ποιεῖν ἐλεημοσύνην
9θέμα γὰρ ἀγαθὸν θησαυρίζεις σεαυτῷ εἰς ἡμέραν ἀνάγκης
10διότι ἐλεημοσύνη ἐκ θανάτου ῥύεται καὶ οὐκ ἐᾷ εἰσελθεῖν εἰς τὸ σκότος
11δῶρον γὰρ ἀγαθόν ἐστιν ἐλεημοσύνη πᾶσι τοῖς ποιοῦσιν αὐτὴν ἐνώπιον τοῦ ὑψίστου
12πρόσεχε σεαυτῷ παιδίον ἀπὸ πάσης πορνείας καὶ γυναῖκα πρῶτον λαβὲ ἀπὸ τοῦ σπέρματος τῶν πατέρων σου μὴ λάβῃς γυναῖκα ἀλλοτρίαν ἣ οὐκ ἔστιν ἐκ τῆς φυλῆς τοῦ πατρός σου διότι υἱοὶ προφητῶν ἐσμεν Νωε Αβρααμ Ισαακ Ιακωβ οἱ πατέρες ἡμῶν ἀπὸ τοῦ αἰῶνος μνήσθητι παιδίον ὅτι οὗτοι πάντες ἔλαβον γυναῖκας ἐκ τῶν ἀδελφῶν αὐτῶν καὶ εὐλογήθησαν ἐν τοῖς τέκνοις αὐτῶν καὶ τὸ σπέρμα αὐτῶν κληρονομήσει γῆν
13καὶ νῦν παιδίον ἀγάπα τοὺς ἀδελφούς σου καὶ μὴ ὑπερηφανεύου τῇ καρδίᾳ σου ἀπὸ τῶν ἀδελφῶν σου καὶ τῶν υἱῶν καὶ θυγατέρων τοῦ λαοῦ σου λαβεῖν σεαυτῷ ἐξ αὐτῶν γυναῖκα διότι ἐν τῇ ὑπερηφανίᾳ ἀπώλεια καὶ ἀκαταστασία πολλή καὶ ἐν τῇ ἀχρειότητι ἐλάττωσις καὶ ἔνδεια μεγάλη ἡ γὰρ ἀχρειότης μήτηρ ἐστὶν τοῦ λιμοῦ
14μισθὸς παντὸς ἀνθρώπου ὃς ἐὰν ἐργάσηται παρὰ σοὶ μὴ αὐλισθήτω ἀλλὰ ἀπόδος αὐτῷ παραυτίκα καὶ ἐὰν δουλεύσῃς τῷ θεῷ ἀποδοθήσεταί σοι πρόσεχε σεαυτῷ παιδίον ἐν πᾶσι τοῖς ἔργοις σου καὶ ἴσθι πεπαιδευμένος ἐν πάσῃ ἀναστροφῇ σου
15καὶ ὃ μισεῖς μηδενὶ ποιήσῃς οἶνον εἰς μέθην μὴ πίῃς καὶ μὴ πορευθήτω μετὰ σοῦ μέθη ἐν τῇ ὁδῷ σου
16ἐκ τοῦ ἄρτου σου δίδου πεινῶντι καὶ ἐκ τῶν ἱματίων σου τοῖς γυμνοῖς πᾶν ὃ ἐὰν περισσεύσῃ σοι ποίει ἐλεημοσύνην καὶ μὴ φθονεσάτω σου ὁ ὀφθαλμὸς ἐν τῷ ποιεῖν σε ἐλεημοσύνην
17ἔκχεον τοὺς ἄρτους σου ἐπὶ τὸν τάφον τῶν δικαίων καὶ μὴ δῷς τοῖς ἁμαρτωλοῖς
18συμβουλίαν παρὰ παντὸς φρονίμου ζήτησον καὶ μὴ καταφρονήσῃς ἐπὶ πάσης συμβουλίας χρησίμης
19δώσει κύριος αὐτοῖς βουλὴν ἀγαθήν καὶ ὃν ἂν θέλῃ κύριος ταπεινοῖ ἕως ᾅδου κατωτάτω καὶ νῦν παιδίον μνημόνευε τὰς ἐντολὰς ταύτας καὶ μὴ ἐξαλειφθήτωσαν ἐκ τῆς καρδίας σου
19καὶ ἐν παντὶ καιρῷ εὐλόγει κύριον τὸν θεὸν καὶ παρ᾽ αὐτοῦ αἴτησον ὅπως αἱ ὁδοί σου εὐθεῖαι γένωνται καὶ πᾶσαι αἱ τρίβοι καὶ βουλαὶ εὐοδωθῶσιν διότι πᾶν ἔθνος οὐκ ἔχει βουλήν ἀλλὰ αὐτὸς ὁ κύριος δίδωσιν πάντα τὰ ἀγαθὰ καὶ ὃν ἐὰν θέλῃ ταπεινοῖ καθὼς βούλεται καὶ νῦν παιδίον μνημόνευε τῶν ἐντολῶν μου καὶ μὴ ἐξαλειφθήτωσαν ἐκ τῆς καρδίας σου
20καὶ νῦν παιδίον ὑποδεικνύω σοι ὅτι δέκα τάλαντα ἀργυρίου παρεθέμην Γαβαήλῳ τῷ τοῦ Γαβρι ἐν Ῥάγοις τῆς Μηδίας
20καὶ νῦν ὑποδεικνύω σοι τὰ δέκα τάλαντα τοῦ ἀργυρίου ἃ παρεθέμην Γαβαήλῳ τῷ τοῦ Γαβρια ἐν Ῥάγοις τῆς Μηδίας
21καὶ μὴ φοβοῦ παιδίον ὅτι ἐπτωχεύσαμεν ὑπάρχει σοι πολλὰ ἀγαθά ἐὰν φοβηθῇς τὸν θεὸν καὶ φύγῃς ἀπὸ πάσης ἁμαρτίας καὶ ποιήσῃς τὰ ἀγαθὰ ἐνώπιον κυρίου τοῦ θεοῦ σου
21καὶ μὴ φοβοῦ παιδίον ὅτι ἐπτωχεύσαμεν ὑπάρχει σοι πολλά ἐὰν φοβηθῇς τὸν θεὸν καὶ ἀποστῇς ἀπὸ πάσης ἁμαρτίας καὶ ποιήσῃς τὸ ἀρεστὸν ἐνώπιον αὐτοῦ