TobitChapter 5
1καὶ ἀποκριθεὶς Τωβιας εἶπεν αὐτῷ πάτερ ποιήσω πάντα ὅσα ἐντέταλσαί μοι
1τότε ἀποκριθεὶς Τωβιας εἶπεν Τωβιθ τῷ πατρὶ αὐτοῦ πάντα ὅσα ἐντέταλσαί μοι ποιήσω πάτερ
2πῶς δὲ δυνήσομαι αὐτὸ λαβεῖν παρ᾽ αὐτοῦ καὶ αὐτὸς οὐ γινώσκει με καὶ ἐγὼ οὐ γινώσκω αὐτόν τί σημεῖον δῶ αὐτῷ καὶ ἐπιγνῷ με καὶ πιστεύσῃ μοι καὶ δῷ μοι τὸ ἀργύριον καὶ τὰς ὁδοὺς τὰς εἰς Μηδίαν οὐ γινώσκω τοῦ πορευθῆναι ἐκεῖ
2ἀλλὰ πῶς δυνήσομαι λαβεῖν τὸ ἀργύριον καὶ οὐ γινώσκω αὐτόν
3καὶ ἔδωκεν αὐτῷ τὸ χειρόγραφον καὶ εἶπεν αὐτῷ ζήτησον σεαυτῷ ἄνθρωπον ὃς συμπορεύσεταί σοι καὶ δώσω αὐτῷ μισθόν ἕως ζῶ καὶ λαβὲ πορευθεὶς τὸ ἀργύριον
3τότε ἀποκριθεὶς Τωβιθ εἶπεν Τωβια τῷ υἱῷ αὐτοῦ χειρόγραφον αὐτοῦ ἔδωκέν μοι καὶ χειρόγραφον ἔδωκα αὐτῷ καὶ διεῖλον εἰς δύο καὶ ἐλάβομεν ἑκάτερος ἕν καὶ ἔθηκα μετὰ τοῦ ἀργυρίου καὶ νῦν ἰδοὺ ἔτη εἴκοσι ἀφ᾽ οὗ παρεθέμην τὸ ἀργύριον τοῦτο ἐγώ καὶ νῦν παιδίον ζήτησον σεαυτῷ ἄνθρωπον πιστόν ὃς πορεύσεται μετὰ σοῦ καὶ δώσομεν αὐτῷ μισθόν ἕως ὅτου ἔλθῃς καὶ λαβὲ παρ᾽ αὐτοῦ τὸ ἀργύριον τοῦτο
4καὶ ἐπορεύθη ζητῆσαι ἄνθρωπον καὶ εὗρεν τὸν Ραφαηλ ὃς ἦν ἄγγελος καὶ οὐκ ᾔδει
4ἐξῆλθεν δὲ Τωβιας ζητῆσαι ἄνθρωπον ὃς πορεύσεται μετ᾽ αὐτοῦ εἰς Μηδίαν ὃς ἐμπειρεῖ τῆς ὁδοῦ καὶ ἐξῆλθεν καὶ εὗρεν Ραφαηλ τὸν ἄγγελον ἑστηκότα ἀπέναντι αὐτοῦ καὶ οὐκ ἔγνω ὅτι ἄγγελος τοῦ θεοῦ ἐστιν
5καὶ εἶπεν αὐτῷ εἰ δύναμαι πορευθῆναι μετὰ σοῦ ἐν Ῥάγοις τῆς Μηδίας καὶ εἰ ἔμπειρος εἶ τῶν τόπων
5καὶ εἶπεν αὐτῷ πόθεν εἶ νεανίσκε καὶ εἶπεν αὐτῷ ἐκ τῶν υἱῶν Ισραηλ τῶν ἀδελφῶν σου καὶ ἐλήλυθα ὧδε ἐργατεύεσθαι καὶ εἶπεν αὐτῷ ἐπίστῃ τὴν ὁδὸν πορευθῆναι εἰς Μηδίαν
6καὶ εἶπεν αὐτῷ ναί πολλάκις ἐγὼ ἐγενόμην ἐκεῖ καὶ ἐμπειρῶ καὶ ἐπίσταμαι τὰς ὁδοὺς πάσας πλεονάκις ἐπορεύθην εἰς Μηδίαν καὶ ηὐλιζόμην παρὰ Γαβαήλῳ τῷ ἀδελφῷ ἡμῶν τῷ οἰκοῦντι ἐν Ῥάγοις τῆς Μηδίας καὶ ἀπέχει ὁδὸν ἡμερῶν δύο τεταγμένων ἀπὸ Ἐκβατάνων εἰς Ῥάγα κεῖνται γὰρ ἐν τῷ ὄρει
6καὶ εἶπεν αὐτῷ ὁ ἄγγελος πορεύσομαι μετὰ σοῦ καὶ τῆς ὁδοῦ ἐμπειρῶ καὶ παρὰ Γαβαηλ τὸν ἀδελφὸν ἡμῶν ηὐλίσθην
7καὶ εἶπεν αὐτῷ Τωβιας ὑπόμεινόν με καὶ ἐρῶ τῷ πατρί μου
7καὶ εἶπεν αὐτῷ μεῖνόν με νεανίσκε μέχρι ὅτου εἰσελθὼν ὑποδείξω τῷ πατρί μου χρείαν γὰρ ἔχω ἵνα βαδίσῃς μετ᾽ ἐμοῦ καὶ δώσω σοι τὸν μισθόν σου
8καὶ εἶπεν αὐτῷ πορεύου καὶ μὴ χρονίσῃς
8καὶ εἶπεν αὐτῷ ἰδοὺ ἐγὼ προσκαρτερῶ μόνον μὴ χρονίσῃς
9καὶ εἰσελθὼν Τωβιας ὑπέδειξεν Τωβιθ τῷ πατρὶ αὐτοῦ καὶ εἶπεν αὐτῷ ἰδοὺ ἄνθρωπον εὗρον τῶν ἀδελφῶν ἡμῶν τῶν υἱῶν Ισραηλ καὶ εἶπεν αὐτῷ κάλεσόν μοι τὸν ἄνθρωπον ὅπως ἐπιγνῶ τί τὸ γένος αὐτοῦ καὶ ἐκ ποίας φυλῆς ἐστιν καὶ εἰ πιστός ἐστιν ἵνα πορευθῇ μετὰ σοῦ παιδίον
9καὶ εἰσελθὼν εἶπεν τῷ πατρί ἰδοὺ εὕρηκα ὃς συμπορεύσεταί μοι ὁ δὲ εἶπεν φώνησον αὐτὸν πρός με ἵνα ἐπιγνῶ ποίας φυλῆς ἐστιν καὶ εἰ πιστὸς τοῦ πορευθῆναι μετὰ σοῦ
10καὶ ἐκάλεσεν αὐτόν καὶ εἰσῆλθεν καὶ ἠσπάσαντο ἀλλήλους
10καὶ ἐξῆλθεν Τωβιας καὶ ἐκάλεσεν αὐτὸν καὶ εἶπεν αὐτῷ νεανίσκε ὁ πατὴρ καλεῖ σε καὶ εἰσῆλθεν πρὸς αὐτόν καὶ ἐχαιρέτισεν αὐτὸν Τωβιθ πρῶτος καὶ εἶπεν αὐτῷ χαίρειν σοι πολλὰ γένοιτο καὶ ἀποκριθεὶς Τωβιθ εἶπεν αὐτῷ τί μοι ἔτι ὑπάρχει χαίρειν καὶ ἐγὼ ἄνθρωπος ἀδύνατος τοῖς ὀφθαλμοῖς καὶ οὐ βλέπω τὸ φῶς τοῦ οὐρανοῦ ἀλλ᾽ ἐν τῷ σκότει κεῖμαι ὥσπερ οἱ νεκροὶ οἱ μηκέτι θεωροῦντες τὸ φῶς ζῶν ἐγὼ ἐν νεκροῖς εἰμι φωνὴν ἀνθρώπων ἀκούω καὶ αὐτοὺς οὐ βλέπω καὶ εἶπεν αὐτῷ θάρσει ἐγγὺς παρὰ τῷ θεῷ ἰάσασθαί σε θάρσει καὶ εἶπεν αὐτῷ Τωβιθ Τωβιας ὁ υἱός μου θέλει πορευθῆναι εἰς Μηδίαν εἰ δυνήσῃ συνελθεῖν αὐτῷ καὶ ἀγαγεῖν αὐτόν καὶ δώσω σοι τὸν μισθόν σου ἄδελφε καὶ εἶπεν αὐτῷ δυνήσομαι πορευθῆναι μετ᾽ αὐτοῦ καὶ ἐπίσταμαι ἐγὼ τὰς ὁδοὺς πάσας καὶ πολλάκις ᾠχόμην εἰς Μηδίαν καὶ διῆλθον πάντα τὰ πεδία αὐτῆς καὶ τὰ ὄρη καὶ πάσας τὰς ὁδοὺς αὐτῆς ἐγὼ γινώσκω
11καὶ εἶπεν αὐτῷ Τωβιτ ἄδελφε ἐκ ποίας φυλῆς καὶ ἐκ ποίας πατρίδος σὺ εἶ ὑπόδειξόν μοι
11καὶ εἶπεν αὐτῷ ἄδελφε ποίας πατριᾶς εἶ καὶ ἐκ ποίας φυλῆς ὑπόδειξόν μοι ἄδελφε
12καὶ εἶπεν αὐτῷ φυλὴν καὶ πατριὰν σὺ ζητεῖς ἢ μίσθιον ὃς συμπορεύσεται μετὰ τοῦ υἱοῦ σου καὶ εἶπεν αὐτῷ Τωβιτ βούλομαι ἄδελφε ἐπιγνῶναι τὸ γένος σου καὶ τὸ ὄνομα
12καὶ εἶπεν τί χρείαν ἔχεις φυλῆς καὶ εἶπεν αὐτῷ βούλομαι γνῶναι τὰ κατ᾽ ἀλήθειαν τίνος εἶ ἄδελφε καὶ τί τὸ ὄνομά σου
13καὶ εἶπεν αὐτῷ ἐγὼ Αζαριας Ανανιου τοῦ μεγάλου τῶν ἀδελφῶν σου
13ὁ δὲ εἶπεν ἐγὼ Αζαριας Ανανιου τοῦ μεγάλου τῶν ἀδελφῶν σου
14καὶ εἶπεν αὐτῷ ὑγιαίνων ἔλθοις καὶ σῳζόμενος ἄδελφε καὶ μή μοι πικρανθῇς ἄδελφε ὅτι τὴν ἀλήθειαν ἐβουλόμην γνῶναι καὶ τὴν πατριάν σου καὶ σὺ τυγχάνεις ἀδελφὸς ὤν καὶ ἐκ γενεᾶς καλῆς καὶ ἀγαθῆς εἶ σύ ἐγίνωσκον Ανανιαν καὶ Ναθαν τοὺς δύο υἱοὺς Σεμελιου τοῦ μεγάλου καὶ αὐτοὶ συνεπορεύοντό μοι εἰς Ιερουσαλημ καὶ προσεκύνουν μετ᾽ ἐμοῦ ἐκεῖ καὶ οὐκ ἐπλανήθησαν οἱ ἀδελφοί σου ἄνθρωποι ἀγαθοί ἐκ ῥίζης ἀγαθῆς εἶ σύ καὶ χαίρων ἔλθοις
14καὶ εἶπεν αὐτῷ ὑγιαίνων ἔλθοις ἄδελφε καὶ μή μοι ὀργισθῇς ὅτι ἐζήτησα τὴν φυλήν σου καὶ τὴν πατριάν σου ἐπιγνῶναι καὶ σὺ τυγχάνεις ἀδελφός μου ἐκ τῆς καλῆς καὶ ἀγαθῆς γενεᾶς ἐπεγίνωσκον γὰρ ἐγὼ Ανανιαν καὶ Ιαθαν τοὺς υἱοὺς Σεμειου τοῦ μεγάλου ὡς ἐπορευόμεθα κοινῶς εἰς Ιεροσόλυμα προσκυνεῖν ἀναφέροντες τὰ πρωτότοκα καὶ τὰς δεκάτας τῶν γενημάτων καὶ οὐκ ἐπλανήθησαν ἐν τῇ πλάνῃ τῶν ἀδελφῶν ἡμῶν ἐκ ῥίζης καλῆς εἶ ἄδελφε
15καὶ εἶπεν αὐτῷ ἐγώ σοι δίδωμι μισθὸν τὴν ἡμέραν δραχμὴν καὶ τὰ δέοντά σοι ὁμοίως τῷ υἱῷ μου
15ἀλλ᾽ εἰπόν μοι τίνα σοι ἔσομαι μισθὸν διδόναι δραχμὴν τῆς ἡμέρας καὶ τὰ δέοντά σοι ὡς καὶ τῷ υἱῷ μου
16καὶ πορεύθητι μετὰ τοῦ υἱοῦ μου καὶ ἔτι προσθήσω σοι τῷ μισθῷ
16καὶ ἔτι προσθήσω σοι ἐπὶ τὸν μισθόν ἐὰν ὑγιαίνοντες ἐπιστρέψητε
17καὶ εἶπεν αὐτῷ ὅτι πορεύσομαι μετ᾽ αὐτοῦ καὶ μὴ φοβηθῇς ὑγιαίνοντες ἀπελευσόμεθα καὶ ὑγιαίνοντες ἐπιστρέψομεν πρὸς σέ διότι ἡ ὁδὸς ἀσφαλής καὶ εἶπεν αὐτῷ εὐλογία σοι γένοιτο ἄδελφε καὶ ἐκάλεσεν τὸν υἱὸν αὐτοῦ καὶ εἶπεν αὐτῷ παιδίον ἑτοίμασον τὰ πρὸς τὴν ὁδὸν καὶ ἔξελθε μετὰ τοῦ ἀδελφοῦ σου καὶ ὁ θεὸς ὁ ἐν τῷ οὐρανῷ διασώσαι ὑμᾶς ἐκεῖ καὶ ἀποκαταστήσαι ὑμᾶς πρὸς ἐμὲ ὑγιαίνοντας καὶ ὁ ἄγγελος αὐτοῦ συνοδεύσαι ὑμῖν μετὰ σωτηρίας παιδίον καὶ ἐξῆλθεν πορευθῆναι τὴν ὁδὸν αὐτοῦ καὶ ἐφίλησεν τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα καὶ εἶπεν αὐτῷ Τωβιθ πορεύου ὑγιαίνων
17καὶ εὐδόκησαν οὕτως καὶ εἶπεν πρὸς Τωβιαν ἕτοιμος γίνου πρὸς τὴν ὁδόν καὶ εὐοδωθείητε καὶ ἡτοίμασεν ὁ υἱὸς αὐτοῦ τὰ πρὸς τὴν ὁδόν καὶ εἶπεν αὐτῷ ὁ πατὴρ αὐτοῦ πορεύου μετὰ τοῦ ἀνθρώπου ὁ δὲ ἐν τῷ οὐρανῷ οἰκῶν θεὸς εὐοδώσει τὴν ὁδὸν ὑμῶν καὶ ὁ ἄγγελος αὐτοῦ συμπορευθήτω ὑμῖν καὶ ἐξῆλθαν ἀμφότεροι ἀπελθεῖν καὶ ὁ κύων τοῦ παιδαρίου μετ᾽ αὐτῶν
18καὶ ἔκλαυσεν ἡ μήτηρ αὐτοῦ καὶ εἶπεν πρὸς Τωβιθ τί ὅτι ἀπέστειλας τὸ παιδίον μου οὐχὶ αὐτὸς ῥάβδος τῆς χειρὸς ἡμῶν ἐστιν καὶ αὐτὸς εἰσπορεύεται καὶ ἐκπορεύεται ἐνώπιον ἡμῶν
18ἔκλαυσεν δὲ Αννα ἡ μήτηρ αὐτοῦ καὶ εἶπεν πρὸς Τωβιτ τί ἐξαπέστειλας τὸ παιδίον ἡμῶν ἢ οὐχὶ ἡ ῥάβδος τῆς χειρὸς ἡμῶν ἐστιν ἐν τῷ εἰσπορεύεσθαι αὐτὸν καὶ ἐκπορεύεσθαι ἐνώπιον ἡμῶν
19ἀργύριον τῷ ἀργυρίῳ μὴ φθάσαι ἀλλὰ περίψημα τοῦ παιδίου ἡμῶν γένοιτο
19ἀργύριον τῷ ἀργυρίῳ μὴ φθάσαι ἀλλὰ περίψημα τοῦ παιδίου ἡμῶν γένοιτο
20ὡς γὰρ δέδοται ἡμῖν ζῆν παρὰ τοῦ κυρίου τοῦτο ἱκανὸν ἡμῖν ὑπάρχει
20ὡς δέδοται ζῆν ἡμῖν παρὰ τοῦ κυρίου τοῦτο ἱκανὸν ἡμῖν
21καὶ εἶπεν αὐτῇ Τωβιτ μὴ λόγον ἔχε ἀδελφή ὑγιαίνων ἐλεύσεται καὶ οἱ ὀφθαλμοί σου ὄψονται αὐτόν
21καὶ εἶπεν αὐτῇ μὴ λόγον ἔχε ὑγιαίνων πορεύσεται τὸ παιδίον ἡμῶν καὶ ὑγιαίνων ἐλεύσεται πρὸς ἡμᾶς καὶ οἱ ὀφθαλμοί σου ὄψονται ἐν τῇ ἡμέρᾳ ᾗ ἂν ἔλθῃ πρὸς σὲ ὑγιαίνων
22μὴ λόγον ἔχε μὴ φοβοῦ περὶ αὐτῶν ἀδελφή ἄγγελος γὰρ ἀγαθὸς συνελεύσεται αὐτῷ καὶ εὐοδωθήσεται ἡ ὁδὸς αὐτοῦ καὶ ὑποστρέψει ὑγιαίνων
22ἄγγελος γὰρ ἀγαθὸς συμπορεύσεται αὐτῷ καὶ εὐοδωθήσεται ἡ ὁδὸς αὐτοῦ καὶ ὑποστρέψει ὑγιαίνων
23καὶ ἐπαύσατο κλαίουσα
23καὶ ἐσίγησεν κλαίουσα