Sirach — Ch. 33
Version
Font
Layout

SirachChapter 33

1ἡγούμενόν σε κατέστησαν μὴ ἐπαίρου γίνου ἐν αὐτοῖς ὡς εἷς ἐξ αὐτῶν φρόντισον αὐτῶν καὶ οὕτω κάθισον

2καὶ πᾶσαν τὴν χρείαν σου ποιήσας ἀνάπεσε ἵνα εὐφρανθῇς δι᾽ αὐτοὺς καὶ εὐκοσμίας χάριν λάβῃς στέφανον

3λάλησον πρεσβύτερε πρέπει γάρ σοι ἐν ἀκριβεῖ ἐπιστήμῃ καὶ μὴ ἐμποδίσῃς μουσικά

4ὅπου ἀκρόαμα μὴ ἐκχέῃς λαλιὰν καὶ ἀκαίρως μὴ σοφίζου

5σφραγὶς ἄνθρακος ἐπὶ κόσμῳ χρυσῷ σύγκριμα μουσικῶν ἐν συμποσίῳ οἴνου

6ἐν κατασκευάσματι χρυσῷ σφραγὶς σμαράγδου μέλος μουσικῶν ἐφ᾽ ἡδεῖ οἴνῳ

7λάλησον νεανίσκε εἰ χρεία σου μόλις δὶς ἐὰν ἐπερωτηθῇς

8κεφαλαίωσον λόγον ἐν ὀλίγοις πολλά γίνου ὡς γινώσκων καὶ ἅμα σιωπῶν

9ἐν μέσῳ μεγιστάνων μὴ ἐξισάζου καὶ ἑτέρου λέγοντος μὴ πολλὰ ἀδολέσχει

10πρὸ βροντῆς κατασπεύδει ἀστραπή καὶ πρὸ αἰσχυντηροῦ προελεύσεται χάρις

11ἐν ὥρᾳ ἐξεγείρου καὶ μὴ οὐράγει ἀπότρεχε εἰς οἶκον καὶ μὴ ῥᾳθύμει

12ἐκεῖ παῖζε καὶ ποίει τὰ ἐνθυμήματά σου καὶ μὴ ἁμάρτῃς λόγῳ ὑπερηφάνῳ

13καὶ ἐπὶ τούτοις εὐλόγησον τὸν ποιήσαντά σε καὶ μεθύσκοντά σε ἀπὸ τῶν ἀγαθῶν αὐτοῦ

14ὁ φοβούμενος κύριον ἐκδέξεται παιδείαν καὶ οἱ ὀρθρίζοντες εὑρήσουσιν εὐδοκίαν

15ὁ ζητῶν νόμον ἐμπλησθήσεται αὐτοῦ καὶ ὁ ὑποκρινόμενος σκανδαλισθήσεται ἐν αὐτῷ

16οἱ φοβούμενοι κύριον εὑρήσουσιν κρίμα καὶ δικαιώματα ὡς φῶς ἐξάψουσιν

17ἄνθρωπος ἁμαρτωλὸς ἐκκλινεῖ ἐλεγμὸν καὶ κατὰ τὸ θέλημα αὐτοῦ εὑρήσει σύγκριμα

18ἀνὴρ βουλῆς οὐ μὴ παρίδῃ διανόημα ἀλλότριος καὶ ὑπερήφανος οὐ καταπτήξει φόβον

19ἄνευ βουλῆς μηθὲν ποιήσῃς καὶ ἐν τῷ ποιῆσαί σε μὴ μεταμελοῦ

20ἐν ὁδῷ ἀντιπτώματος μὴ πορεύου καὶ μὴ προσκόψῃς ἐν λιθώδεσιν

21μὴ πιστεύσῃς ἐν ὁδῷ ἀπροσκόπῳ

22καὶ ἀπὸ τῶν τέκνων σου φύλαξαι

23ἐν παντὶ ἔργῳ πίστευε τῇ ψυχῇ σου καὶ γὰρ τοῦτό ἐστιν τήρησις ἐντολῶν

24ὁ πιστεύων νόμῳ προσέχει ἐντολαῖς καὶ ὁ πεποιθὼς κυρίῳ οὐκ ἐλαττωθήσεται