Sirach — Ch. 34
Version
Font
Layout

SirachChapter 34

1τῷ φοβουμένῳ κύριον οὐκ ἀπαντήσει κακόν ἀλλ᾽ ἐν πειρασμῷ καὶ πάλιν ἐξελεῖται

2ἀνὴρ σοφὸς οὐ μισήσει νόμον ὁ δὲ ὑποκρινόμενος ἐν αὐτῷ ὡς ἐν καταιγίδι πλοῖον

3ἄνθρωπος συνετὸς ἐμπιστεύσει νόμῳ καὶ ὁ νόμος αὐτῷ πιστὸς ὡς ἐρώτημα δήλων

4ἑτοίμασον λόγον καὶ οὕτως ἀκουσθήσῃ σύνδησον παιδείαν καὶ ἀποκρίθητι

5τροχὸς ἁμάξης σπλάγχνα μωροῦ καὶ ὡς ἄξων στρεφόμενος ὁ διαλογισμὸς αὐτοῦ

6ἵππος εἰς ὀχείαν ὡς φίλος μωκός ὑποκάτω παντὸς ἐπικαθημένου χρεμετίζει

7διὰ τί ἡμέρα ἡμέρας ὑπερέχει καὶ πᾶν φῶς ἡμέρας ἐνιαυτοῦ ἀφ᾽ ἡλίου

8ἐν γνώσει κυρίου διεχωρίσθησαν καὶ ἠλλοίωσεν καιροὺς καὶ ἑορτάς

9ἀπ᾽ αὐτῶν ἀνύψωσεν καὶ ἡγίασεν καὶ ἐξ αὐτῶν ἔθηκεν εἰς ἀριθμὸν ἡμερῶν

10καὶ ἄνθρωποι πάντες ἀπὸ ἐδάφους καὶ ἐκ γῆς ἐκτίσθη Αδαμ

11ἐν πλήθει ἐπιστήμης κύριος διεχώρισεν αὐτοὺς καὶ ἠλλοίωσεν τὰς ὁδοὺς αὐτῶν

12ἐξ αὐτῶν εὐλόγησεν καὶ ἀνύψωσεν καὶ ἐξ αὐτῶν ἡγίασεν καὶ πρὸς αὐτὸν ἤγγισεν ἀπ᾽ αὐτῶν κατηράσατο καὶ ἐταπείνωσεν καὶ ἀνέστρεψεν αὐτοὺς ἀπὸ στάσεως αὐτῶν

13ὡς πηλὸς κεραμέως ἐν χειρὶ αὐτοῦ πᾶσαι αἱ ὁδοὶ αὐτοῦ κατὰ τὴν εὐδοκίαν αὐτοῦ οὕτως ἄνθρωποι ἐν χειρὶ τοῦ ποιήσαντος αὐτοὺς ἀποδοῦναι αὐτοῖς κατὰ τὴν κρίσιν αὐτοῦ

14ἀπέναντι τοῦ κακοῦ τὸ ἀγαθόν καὶ ἀπέναντι τοῦ θανάτου ἡ ζωή οὕτως ἀπέναντι εὐσεβοῦς ἁμαρτωλός

15καὶ οὕτως ἔμβλεψον εἰς πάντα τὰ ἔργα τοῦ ὑψίστου δύο δύο ἓν κατέναντι τοῦ ἑνός

16κἀγὼ ἔσχατος ἠγρύπνησα ὡς καλαμώμενος ὀπίσω τρυγητῶν

17ἐν εὐλογίᾳ κυρίου ἔφθασα καὶ ὡς τρυγῶν ἐπλήρωσα ληνόν

18κατανοήσατε ὅτι οὐκ ἐμοὶ μόνῳ ἐκοπίασα ἀλλὰ πᾶσιν τοῖς ζητοῦσιν παιδείαν

19ἀκούσατέ μου μεγιστᾶνες λαοῦ καὶ οἱ ἡγούμενοι ἐκκλησίας ἐνωτίσασθε

20υἱῷ καὶ γυναικί ἀδελφῷ καὶ φίλῳ μὴ δῷς ἐξουσίαν ἐπὶ σὲ ἐν ζωῇ σου καὶ μὴ δῷς ἑτέρῳ τὰ χρήματά σου ἵνα μὴ μεταμεληθεὶς δέῃ περὶ αὐτῶν

21ἕως ἔτι ζῇς καὶ πνοὴ ἐν σοί μὴ ἀλλάξῃς σεαυτὸν ἐν πάσῃ σαρκί

22κρεῖσσον γάρ ἐστιν τὰ τέκνα δεηθῆναί σου ἢ σὲ ἐμβλέπειν εἰς χεῖρας υἱῶν σου

23ἐν πᾶσι τοῖς ἔργοις σου γίνου ὑπεράγων μὴ δῷς μῶμον ἐν τῇ δόξῃ σου

24ἐν ἡμέρᾳ συντελείας ἡμερῶν ζωῆς σου καὶ ἐν καιρῷ τελευτῆς διάδος κληρονομίαν

25χορτάσματα καὶ ῥάβδος καὶ φορτία ὄνῳ ἄρτος καὶ παιδεία καὶ ἔργον οἰκέτῃ

26ἔργασαι ἐν παιδί καὶ εὑρήσεις ἀνάπαυσιν ἄνες χεῖρας αὐτῷ καὶ ζητήσει ἐλευθερίαν

27ζυγὸς καὶ ἱμὰς τράχηλον κάμψουσιν καὶ οἰκέτῃ κακούργῳ στρέβλαι καὶ βάσανοι

28ἔμβαλε αὐτὸν εἰς ἐργασίαν ἵνα μὴ ἀργῇ πολλὴν γὰρ κακίαν ἐδίδαξεν ἡ ἀργία

29εἰς ἔργα κατάστησον καθὼς πρέπει αὐτῷ κἂν μὴ πειθαρχῇ βάρυνον τὰς πέδας αὐτοῦ

30καὶ μὴ περισσεύσῃς ἐπὶ πάσῃ σαρκὶ καὶ ἄνευ κρίσεως μὴ ποιήσῃς μηδέν

31εἰ ἔστιν σοι οἰκέτης ἔστω ὡς σύ ὅτι ἐν αἵματι ἐκτήσω αὐτόν

32εἰ ἔστιν σοι οἰκέτης ἄγε αὐτὸν ὡς ἀδελφόν ὅτι ὡς ἡ ψυχή σου ἐπιδεήσεις αὐτῷ

33ἐὰν κακώσῃς αὐτὸν καὶ ἀπάρας ἀποδρᾷ ἐν ποίᾳ ὁδῷ ζητήσεις αὐτόν